Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 3

4.2 ἐπεὶ δὲ συνεῖδον ἀλλήλων ἀμφότεροι τὰς δυνάμεις οὔτε πλήθει λειπομένας οὔτε ὁπλισμοῖς εὐτελεῖς οὔτε ταῖς ἄλλαις παρασκευαῖς οὔσας εὐκαταφρονήτους, τῆς μὲν ταχείας ἐπὶ τὸν ἀγῶνα ὁρμῆς, ἣν κατʼ ἀρχὰς εἶχον ὡς αὐτῇ ἐφόδῳ τρεψόμενοι τοὺς πολεμίους, ἀπέστησαν· φυλακῆς δὲ μᾶλλον ἢ προεπιχειρήσεως πρόνοιαν ἐλάμβανον ὑψηλοτέρους ἐγείροντες τοὺς χάρακας, εἰσῄει τε αὐτῶν τοῖς χαριεστάτοις λογισμὸς ὡς οὐ τὰ κράτιστα βουλευομένοις, καὶ κατάμεμψις τῶν ἐν τέλει.
4.3 ἑλκομένου δὲ τοῦ χρόνου διὰ κενῆς ʽοὐδὲν γὰρ ὅ τι καὶ λόγου ἄξιον εἴτε καταδρομαῖς ψιλῶν ἢ συμπλοκαῖς ἱππέων ἔβλαπτον ἀλλήλουσʼ ὁ τοῦ πολέμου δόξας αἴτιος γενονέναι Κλοίλιος ἀχθόμενος ἐπὶ τῇ ἀπράκτῳ καθέδρᾳ γνώμην ἔσχεν ἐξάγειν τὴν στρατιὰν καὶ προκαλεῖσθαι τοὺς πολεμίους εἰς μάχην, ἐὰν δὲ μὴ ὑπακούσωσι προσβάλλειν αὐτῶν πρὸς τὰ ἐρύματα.
4.4 παρασκευασάμενος δὲ τὰ πρὸς τὸν ἀγῶνα καί, εἰ δεήσει τειχομαχίας, ὅσα τῷ τοιούτῳ πρόσφορα ἔργῳ μηχανησάμενος, ἐπεὶ νὺξ ἐγένετο καθεύδων ἐν τῇ στρατηγικῇ σκηνῇ παρούσης αὐτῷ τῆς εἰωθυίας φυλακῆς περὶ τὸν ὄρθρον εὑρίσκεται νεκρός, οὔτε σφαγῆς οὔτε ἀγχόνης οὔτε φαρμάκων οὔτε ἄλλης βιαίου συμφορᾶς σημεῖον ἐπὶ τοῦ σώματος οὐδὲν ἔχων.
5.1 παραδόξου δὲ τοῦ πάθους ὥσπερ εἰκὸς ἅπασι φαινομένου καὶ ζητουμένης τῆς αἰτίας ʽοὐδὲ γὰρ νόσον προηγησαμένην εἶχέ τις αἰτιάσασθαἰ οἱ μὲν ἐπὶ τὴν θείαν πρόνοιαν ἁπάσας τὰς ἀνθρωπίνας ἀναφέροντες τύχας κατὰ χόλον δαιμόνιον ἔλεγον αὐτὸν ἀποθανεῖν, ὅτι πόλεμον ἐξέκαυσε τῇ μητροπόλει πρὸς τὴν ἀπόκτισιν οὔτε δίκαιον οὔτε ἀναγκαῖον· οἱ δὲ χρηματισμὸν ἡγούμενοι τὸν πόλεμον καὶ μεγάλων ἀπεστερῆσθαι νομίζοντες ὠφελειῶν εἰς ἐπιβουλὴν καὶ φθόνον ἀνθρώπινον τὸ ἔργον μετέφερον αἰτιώμενοι τῶν ἀντιπολιτευομένων τινὰς ἀφανῆ καὶ δυσεξέλεγκτα ἐξευρόντας φάρμακα διὰ τούτων τὸν ἄνδρα ἀνῃρηκέναι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme