Book 4
10.5
ἐν ἀρχαῖς μὲν γὰρ ὥρμησαν ἀφελέσθαι τὴν παράνομον αὐτοῦ δυναστείαν ἀποδείξαντες μεσοβασιλεῖς καὶ διʼ ἐκείνων ἑλέσθαι τὸν κατὰ νόμους ἕξοντα τὴν ἀρχήν· τότε δὲ στέργειν ἐπὶ τοῖς παροῦσιν ᾤοντο δεῖν καὶ μηδὲν πολυπραγμονεῖν. εἰσῄει γὰρ αὐτοῖς λογισμός, ὅτι τῆς μὲν βουλῆς, ὃν αὐτὴ προῃρεῖτο, παραγούσης ἐπὶ τὰ πράγματα ὁ δῆμος ἐναντιώσεται τὴν ψῆφον ἀναλαβών· ἐὰν δʼ ἐπὶ τῷ δήμῳ ποιήσωσι τὴν τοῦ βασιλέως προαίρεσιν, ἅπασαι τὸν Τύλλιον ψηφοφορήσουσιν αἱ φρᾶτραι, καὶ περιέσται τῷ ἀνδρὶ τὸ δοκεῖν κατὰ νόμους ἄρχειν. ἔδοξεν οὖν αὐτοῖς ἄμεινον εἶναι κλέπτοντα τὴν ἀρχὴν τὸν ἄνδρα καὶ παρακρουόμενον τοὺς πολίτας μᾶλλον ἢ πείσαντα καὶ φανερῶς λαβόντα κατέχειν.
10.6
ἀλλʼ οὐδὲν αὐτοῖς ἐγένετο προὔργου τῶν λελογισμένων· οὕτω κατεστρατήγησεν αὐτοὺς ὁ Τύλλιος καὶ κατέσχε τὴν βασιλείαν ἀκόντων ἐκείνων. κατασκευάσας γὰρ ἐκ πολλοῦ φήμας λέγεσθαι κατὰ τὴν πόλιν. ὡς ἐπιβουλευόντων αὐτῷ τῶν πατρικίων προῆλθεν εἰς τὴν ἀγορὰν ἐσθῆτα πιναρὰν περιβεβλημένος καὶ κατηφὴς συνούσης αὐτῷ καὶ τῆς μητρὸς Ὀκρισίας καὶ τῆς Ταρκυνίου γυναικὸς Τανακυλίδος καὶ τῆς συγγενείας τῆς βασιλικῆς ὅλης. ὄχλου δὲ συνδραμόντος πολλοῦ πρὸς τὸ παράδοξον τῆς ὄψεως ἐκκλησίαν συγκαλέσας προῆλθεν ἐπὶ τὸ βῆμα καὶ διεξῆλθε τοιοῦτόν τινα λόγον.
11.1
οὐκέτι μοι περὶ τῶν Ταρκυνίου παίδων μόνον ὁ κίνδυνός ἐστιν, ἵνα μηδὲν ὑπὸ τῶν ἐχθρῶν δεινὸν πάθωσιν, ἀλλʼ ἤδη καὶ περὶ τῆς ἐμῆς ψυχῆς δέος εἰσέρχεται, μὴ πικρὰς ἀμοιβὰς τῆς δικαιοσύνης ἀπολάβω. ἐπιβουλεύομαι γὰρ ὑπὸ τῶν πατρικίων, καὶ μεμήνυνταί μοι τινὲς ἐξ αὐτῶν ἀποκτεῖναί με συνομνύμενοι ἀδίκημα μὲν οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔχοντες ἐγκαλεῖν, ὧν δὲ τὸν δῆμον εὖ πεποίηκα καὶ παρεσκεύασμαι ποιεῖν ἀχθόμενοί τε καὶ ἀναξιοπαθοῦντες·