Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

25.1 ὁ δὲ Τύλλιος οὐκ ἐν τούτοις μόνον τοῖς πολιτεύμασι δημοτικὸς ὢν ἐδήλωσεν, ἐν οἷς ἐδόκει τήν τε τῆς βουλῆς ἐξουσίαν καὶ τὴν τῶν πατρικίων δυναστείαν ἐλαττοῦν, ἀλλὰ καὶ ἐν οἷς τὴν βασιλικὴν ἀρχὴν ἐμείωσεν αὐτὸς ἑαυτοῦ τὴν ἡμίσειαν τῆς ἐξουσίας ἀφελόμενος.
25.2 τῶν γὰρ πρὸ αὐτοῦ βασιλέων ἁπάσας ἀξιούντων ἐφʼ ἑαυτοὺς ἄγειν τὰς δίκας καὶ πάντα τὰ ἐγκλήματα τά τʼ ἴδια καὶ τὰ κοινὰ πρὸς τὸν ἑαυτῶν τρόπον δικαζόντων ἐκεῖνος διελὼν ἀπὸ τῶν ἰδιωτικῶν τὰ δημόσια, τῶν μὲν εἰς τὸ κοινὸν φερόντων ἀδικημάτων αὐτὸς ἐποιεῖτο τὰς διαγνώσεις, τῶν δʼ ἰδιωτικῶν ἰδιώτας ἔταξεν εἶναι δικαστάς, ὅρους καὶ
25.3 κανόνας αὐτοῖς τάξας, οὕς αὐτὸς ἔγραψε νόμους. ἐπεὶ δʼ αὐτῷ τὰ ἐν τῇ πόλει πράγματα τὸν κράτιστον εἰλήφει κόσμον, εἰς ἐπιθυμίαν ἦλθεν ἐπιφανές τι διαπραξάμενος αἰώνιον ἑαυτοῦ μνήμην τοῖς ἐπιγινομένοις καταλιπεῖν. ἐφιστὰς δὲ τὴν διάνοιαν ἐπὶ τὰ τῶν ἀρχαίων βασιλέων τε καὶ πολιτικῶν ἀνδρῶν μνημεῖα, ἐξ ὧν εἰς ὀνόματα καὶ δόξας προῆλθον, οὔτε τοῦ Βαβυλωνίου τείχους ἐμακάρισε τὴν Ἀσσυρίαν ἐκείνην γυναῖκα οὔτε τῶν ἐν Μέμφει πυραμίδων τοὺς Αἰγύπτου βασιλεῖς οὔτʼ εἴ τις ἄλλη πλούτου καὶ πολυχειρίας ἐπίδειξις ἦν ἀνδρὸς ἡγεμόνος, ἀλλὰ ταῦτα πάντα μικρὰ καὶ ὀλιγοχρόνια καὶ οὐκ ἄξια σπουδῆς ἡγησάμενος ὄψεώς τʼ ἀπάτας, οὐκ ἀληθεῖς βίου καὶ πραγμάτων ὠφελείας, ἐξ ὧν μακαρισμοὶ τοῖς κατασκευασαμένοις ἠκολούθουν μόνον, ἐπαίνου δὲ καὶ ζήλου ἄξια τὰ τῆς γνώμης ἔργα ὑπολαβών, ἧς πλεῖστοί τʼ ἀπολαύουσι καὶ ἐπὶ μήκιστον χρόνον καρποῦνται τὰς ὠφελείας, πάντων μάλιστα τῶν τοιούτων ἔργων τὴν Ἀμφικτύονος τοῦ Ἕλληνος ἐπίνοιαν ἠγάσθη, ὃς ἀσθενὲς ὁρῶν καὶ ῥᾴδιον ὑπὸ τῶν περιοικούντων βαρβάρων ἐξαναλωθῆναι τὸ Ἑλληνικὸν γένος, εἰς τὴν ἐπʼ ἐκείνου κληθεῖσαν Ἀμφικτυονικὴν σύνοδον καὶ πανήγυριν αὐτὸ συνήγαγε, νόμους καταστησάμενος ἔξω τῶν ἰδίων, ὧν ἑκάστη πόλις εἶχε, τοὺς κοινοὺς ἅπασιν, οὓς καλοῦσιν Ἀμφικτυονικούς, ἐξ ὧν φίλοι μὲν ὄντες ἀλλήλοις διετέλουν καὶ τὸ συγγενὲς φυλάττοντες μᾶλλον ἔργοις ἢ λόγοις, λυπηροὶ δὲ τοῖς βαρβάροις καὶ φοβεροί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme