Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

27.2 ἤρξαντο δὲ τῆς ἀποστάσεως οἱ καλούμενοι Οὐιεντανοὶ καὶ τοῖς ἐλθοῦσι παρὰ τοῦ Τυλλίου πρεσβευταῖς ἀπεκρίναντο μηδεμίαν εἶναί σφισι πρὸς ἐκεῖνον μήθʼ ὑπὲρ ἡγεμονίας παραχωρήσεως μήτε περὶ φιλίας καὶ συμμαχίας συνθήκην. ἀρξάντων δὲ τούτων Καιρητανοί τʼ ἠκολούθησαν καὶ Ταρκυνιῆται, καὶ τελευτῶσα ἐν ὅπλοις ἦν ἅπασα ἡ Τυρρηνία.
27.3 οὗτος ὁ πόλεμος εἴκοσι διέμεινεν ἔτη συνεχῶς πολεμούμενος εἰσβολάς τε πολλὰς ἀμφοτέρων μεγάλοις στρατεύμασι ποιουμένων εἰς τὴν ἀλλήλων καὶ παρατάξεις ἄλλας ἐπʼ ἄλλαις συνισταμένων. ἐν ἁπάσαις δὲ ταῖς μάχαις κατορθῶν ὁ Τύλλιος, ὅσαι κατὰ πόλεις τε καὶ πρὸς ὅλον τὸ ἔθνος αὐτῷ συνέστησαν, καὶ τρισὶν ἐπιφανεστάτοις κοσμηθεὶς θριάμβοις τελευτῶν ἠνάγκασε τοὺς οὐκ ἀξιοῦντας ἄρχεσθαι τὸν χαλινὸν ἑκόντας λαβεῖν.
27.4 εἰκοστῷ δʼ οὖν ἔτει συνελθοῦσαι πάλιν αἱ δώδεκα πόλεις ἐξανηλωμέναι τῷ πολέμῳ τά τε σώματα καὶ τὰ χρήματα γνώμην ἔσχον παραδοῦναι Ῥωμαίοις τὴν ἡγεμονίαν ἐφʼ οἷς πρότερον ἐψηφίσαντο. καὶ παρῆσαν ἀπὸ πάσης πόλεως οἱ προχειρισθέντες σὺν ἱκετηρίαις ἐπιτρέποντες Τυλλίῳ τὰς πόλεις καὶ μηδὲν ἀνήκεστον βουλεῦσαι περὶ αὐτῶν ἀξιοῦντες.
27.5 Τύλλιος δὲ τῆς μὲν ἀφροσύνης ἕνεκα καὶ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων, οὓς ἐγγυητὰς ποιησάμενοι τῶν ὁμολογιῶν παρέβησαν τὰ συγκείμενα, πολλῶν αὐτοὺς ἔφη τιμωριῶν ἀξίους εἶναι καὶ μεγάλων· τῆς δὲ Ῥωμαίων ἐπιεικείας καὶ μετριότητος, ἐπειδὴ συγγνόντες ἀδικεῖν στέμμασι καὶ λιτανείαις παρῃτοῦντο
27.6 τὴν ὀργήν, οὐδὲν ἐν τῷ παρόντι ἀτυχήσειν. ταῦτʼ εἰπὼν καταλύεται τὸν πρὸς αὐτοὺς πόλεμον, ταῖς μὲν ἄλλαις πόλεσιν ἁπλῶς καὶ δίχα ὀργῆς μνησικάκου πολιτεύεσθαί τʼ ἀποδοὺς ὡς πρότερον καὶ τὰ ἴδια καρποῦσθαι, μενούσαις ἐν ταῖς γραφείσαις πρὸς αὐτὰς συνθήκαις ὑπὸ βασιλέως Ταρκυνίου· τρεῖς δʼ ἐξ αὐτῶν πόλεις, αἳ προεξανέστησάν τε καὶ τὰς ἄλλας ἐπηγάγοντο κατὰ Ῥωμαίων ἐξενεγκεῖν τὸν πόλεμον, Καιρητανοὺς καὶ Ταρκυνιήτας καὶ Οὐιεντανούς, ἀφαιρέσει χώρας τιμωρησάμενος, ἣν κατεκληρούχησε Ῥωμαίων τοῖς νεωστὶ προσεληλυθόσι πρὸς τὴν πολιτείαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme