Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 4

29.3 ἢ σώματος οὐκ ἔτυχες ἱκανοῦ πράττειν, ὅσα βασιλεῖ προσῆκε, διʼ ἀσθένειάν τε καὶ ἀμορφίαν; ἀλλὰ σοί γε καὶ ῥώμη πάρεστιν, οἵα τοῖς κράτιστα πεφυκόσι, καὶ μορφὴ τοῦ βασιλείου γένους ἀξία. ἢ τούτων μὲν οὐδέτερον, ἡ δʼ ἀσθενὴς ἔτι καὶ πολὺ ἀπέχουσα τοῦ φρονεῖν τὰ προσήκοντα νεότης μεθέλκει σε, διʼ ἣν οὐκ ἀξιοῖς τὰ πολιτικὰ πράττειν, ὃς οὐ πολλοῖς ἀποδεῖς ἔτεσι πεντηκονταέτης εἶναι; κράτιστα δʼ ἄνθρωποι πεφύκασι φρονεῖν οἱ περὶ ταύτην μάλιστα γενόμενοι τὴν ἡλικίαν.
29.4 φέρε, ἀλλʼ ἡ τοῦ κατέχοντος τὰ πράγματα εὐγένεια καὶ ἡ πρὸς τοὺς κρατίστους τῶν πολιτῶν ἐπιτηδειότης, διʼ ἣν οὐκ εὐεπιχείρητός ἐστιν, ἀνέχεσθαί σε ἀναγκάζει; ἀλλὰ καὶ ταῦτʼ ἀμφότερα κακῶς ἔχοντα αὐτῷ τυγχάνει καὶ οὐδὲ αὐτὸς αὐτά γε ἀγνοεῖς. καὶ μὴν ἥ γε τόλμα καὶ τὸ φιλοκίνδυνον ἔνεστί σου τοῖς τρόποις, ὧν μάλιστα τῷ βασιλεύειν μέλλοντι δεῖ. ὑπάρχει δέ σοι καὶ πλοῦτος ἱκανὸς καὶ φίλοι πολλοὶ καὶ ἄλλαι πρὸς τὰ πράγματʼ
29.5 ἀφορμαὶ πολλαὶ καὶ μεγάλαι. τί οὖν ἔτι μέλλεις καὶ τὸν αὐτόματον ἐκδέχῃ καιρόν, ὃς ἥξει σοι φέρων τὴν βασιλείαν μηδὲν εἰς τοῦτο πραγματευσαμένῳ, μετὰ τὴν τοῦ Τυλλίου δήπου τελευτήν; ὥσπερ ἀναμενούσης τῆς τύχης τὰς ἀνθρωπίνας μελλήσεις, ἢ τῆς φύσεως ἡμῶν τὰς καθʼ ἡλικίαν ἑκάστῳ τελευτὰς φερούσης, ἀλλʼ οὐκ ἐν ἀδήλῳ καὶ δυστεκμάρτῳ τέλει πάντων τῶν ἀνθρωπίνων πραγμάτων κειμένων.
29.6 ἐρῶ δὴ μετὰ παρρησίας, καὶ εἴ με φήσεις θρασεῖαν, τὸ δοκοῦν αἴτιον εἶναί μοι τοῦ μηδεμιᾶς ὀρέγεσθαί σε μήτε φιλοτιμίας μήτε δόξης. γυνή σοι σύνεστι μηδὲν ἐοικυῖα τοῖς σοῖς τρόποις, ἥ σε κηλοῦσα καὶ κατᾴδουσα μαλθακὸν ἀποδέδωκε, καὶ λήσεις ὑπʼ αὐτῆς γενόμενος ἐξ ἀνδρὸς τὸ μηδέν· ὥσπερ γε κἀμοὶ ψοφοδεὴς καὶ οὐδὲν ἔχων ἀνδρὸς ἀνήρ, ὅς με ταπεινὴν ποιεῖ μεγάλων οὖσαν ἀξίαν καὶ καλὴν τὸ σῶμα, μαρανθεῖσαν δʼ ὑπʼ αὐτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme