Book 4
55.4
καὶ χεὶρ ἤδη περὶ αὐτὸν ἦν καρτερά. δόξαντες δʼ οἱ Γάβιοι μέγα προσγεγονέναι σφίσι πλεονέκτημα πολλῶν ὡς αὐτοὺς ἀφικομένων καὶ οὐ διὰ μακροῦ τὴν Ῥώμην ὑποχείριον ἕξειν ἐλπίσαντες καὶ ἔτι μᾶλλον ἐξαπατηθέντες ὑφʼ ὧν ἔπραττεν ὁ τοῦ πατρὸς ἀποστάτης συνεχῶς ἐπὶ τὴν χώραν ἐξιὼν καὶ πολλὰς περιβαλλόμενος ὠφελείας· παρεσκεύασε γὰρ ὁ πατὴρ αὐτῷ προειδὼς εἰς οὓς παρέσται τόπους, τήν τε λείαν ἄφθονον καὶ τὰ χωρία ἀφύλακτα, καὶ τοὺς ἀπολουμένους ὑπʼ αὐτοῦ συνεχῶς ἔπεμπεν, ἐπιλεγόμενος ἐκ τῶν πολιτῶν, οὓς ἐν ὑποψίαις εἶχεν· ἐξ ἁπάντων τε τούτων δόξαντες φίλον τε πιστὸν εἶναί σφισι τὸν ἄνδρα καὶ στρατηλάτην ἀγαθόν, πολλοὶ δὲ καὶ χρήμασιν ὑπʼ αὐτοῦ δεκασθέντες, ἐπὶ τὴν αὐτοκράτορα παράγουσιν ἀρχήν.
56.1
τοσαύτης δὴ γενόμενος ἐξουσίας ὁ Σέξτος κύριος διʼ ἀπάτης καὶ φενακισμοῦ τῶν θεραπόντων τινὰ λαθὼν τοὺς Γαβίους πέμπει πρὸς τὸν πατέρα τήν τʼ ἐξουσίαν, ἣν εἰληφὼς ἦν, δηλώσοντα καὶ πευσόμενον,
56.2
τί χρὴ ποιεῖν. ὁ δὲ Ταρκύνιος οὐδὲ τὸν θεράποντα γινώσκειν βουλόμενος, ἃ τὸν υἱὸν ἐκέλευσε ποιεῖν, ἄγων τὸν ἄγγελον προῆλθεν εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον· ἔτυχον δὲ μήκωνες ἐν αὐτῷ πεφυκυῖαι πλήρεις ἤδη τοῦ καρποῦ καὶ συγκομιδῆς ὥραν ἔχουσαι· διεξιὼν δὴ διὰ τούτων τῆς ὑπερεχούσης ἀεὶ μήκωνος τῷ σκήπωνι παίων τὴν κεφαλὴν ἀπήραττε.
56.3
ταῦτα ποιήσας ἀπέστειλε τὸν ἄγγελον οὐδὲν ἀποκρινάμενος τῷ πολλάκις ἐπερωτῶντι, τὴν Θρασυβούλου τοῦ Μιλησίου διάνοιαν ὡς ἔμοιγε δοκεῖ μιμησάμενος· καὶ γὰρ ἐκεῖνος Περιάνδρῳ ποτὲ τῷ Κορινθίων τυράννῳ πυνθανομένῳ διὰ τοῦ πεμφθέντος ἀγγέλου, πῶς ἂν ἐγκρατέστατα τὴν ἀρχὴν κατάσχοι, λόγον μὲν οὐδένα ἀπέστειλεν, ἀκολουθεῖν δὲ τὸν ἥκοντα παρʼ αὐτοῦ κελεύσας, ἦγε διʼ ἀρούρας σιτοσπόρου καὶ τοὺς ὑπερέχοντας τῶν σταχύων ἀποθραύων ἐρρίπτει χαμαὶ διδάσκων, ὅτι δεῖ τῶν ἀστῶν τοὺς δοκιμωτάτους κολούειν τε καὶ διαφθείρειν.