Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

15.4 καὶ ἱππέων καὶ τύχη περὶ ἀμφοτέρους ὁμοία. Ῥωμαίων τε γὰρ οἱ τὸ δεξιὸν κέρας ἔχοντες, ἐφʼ οὗ τεταγμένος ἦν ὁ ἕτερος τῶν ὑπάτων Οὐαλέριος, ἐνίκων τοὺς Οὐιεντανοὺς καὶ μέχρι τοῦ στρατοπέδου διώξαντες ἐπλήρωσαν νεκρῶν τὸ πεδίον, Τυρρηνῶν τε οἱ τὴν τοῦ δεξιοῦ κέρατος ἔχοντες στάσιν, ὧν ἡγοῦντο Τῖτος καὶ Σέξτος οἱ Ταρκυνίου τοῦ βασιλέως παῖδες, ἐτρέψαντο τοὺς ἐπὶ τοῦ λαιοῦ ὄντας Ῥωμαίων κέρατος, καὶ πλησίον τοῦ χάρακος αὐτῶν γενόμενοι πείρας μὲν οὐκ ἀπέστησαν, εἰ δύναιντο ἑλεῖν τὸ ἔρυμα ἐξ ἐφόδου, πολλὰς δὲ πληγὰς λαβόντες ὑποστάντων αὐτοὺς τῶν ἔνδον ἀπετράποντο. ἦσαν δʼ αὐτοῦ φύλακες οἱ τριάριοι λεγόμενοι, παλαιοί τε καὶ πολλῶν ἔμπειροι πολέμων, οἷς ἐσχάτοις, ὅταν ἀπογνωσθῇ πᾶσα ἐλπίς, εἰς τοὺς περὶ τῶν μεγίστων ἀγῶνας καταχρῶνται.
16.1 ἤδη δὲ περὶ καταφορὰν ὄντος ἡλίου πρὸς τοὺς ἑαυτῶν ἀνέστρεψαν ἑκάτεροι χάρακας, οὐ τοσοῦτον ἐπὶ τῇ νίκῃ χαίροντες, ὅσον ἐπὶ τῷ πλήθει τῶν ἀπολωλότων ἀχθόμενοι καί, εἰ δεήσειεν αὐτοῖς ἑτέρας μάχης, οὐχ ἱκανοὺς ἡγούμενοι τὸν ἀγῶνα ἄρασθαι τοὺς περιλειπομένους σφῶν τραυματίας τοὺς πολλοὺς ὄντας.
16.2 πλείων δʼ ἦν περὶ τοὺς Ῥωμαίους ἀθυμία καὶ ἀπόγνωσις τῶν πραγμάτων διὰ τὸν τοῦ ἡγεμόνος θάνατον· καὶ λογισμὸς εἰσῄει πολλοῖς, ὡς ἄμεινον εἴη σφίσιν ἐκλιπεῖν τὸν χάρακα πρὶν ἡμέραν γενέσθαι. τοιαῦτα δʼ αὐτῶν διανοουμένων καὶ διαλεγομένων πρὸς ἀλλήλους περὶ τὴν πρώτην που μάλιστα φυλακὴν ἐκ τοῦ δρυμοῦ, παρʼ ὃν ἐστρατοπεδεύσαντο, φωνή τις ἠκούσθη ταῖς δυνάμεσιν ἀμφοτέραις γεγονυῖα, ὥσθʼ ἅπαντας αὐτοὺς ἀκούειν εἴτε τοῦ κατέχοντος τὸ τέμενος ἥρωος εἴτε τοῦ καλουμένου Φαύνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme