Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

24.3 ταῖς ἀσπίσι τῶν νεκρῶν. ὁ δʼ ἠμύνετο τοῖς ἐκείνων χρώμενος ὅπλοις κατʼ αὐτῶν καὶ ἔμελλεν ὥσπερ εἰκὸς εἰς ἀθρόους βάλλων ἀεί τινος τεύξεσθαι σκοποῦ. ἤδη δὲ καταβελὴς ὢν καὶ τραυμάτων πλῆθος ἐν πολλοῖς μέρεσι τοῦ σώματος ἔχων, μίαν δὲ πληγὴν λόγχης, ἣ διὰ θατέρου τῶν γλουτῶν ὑπὲρ τῆς κεφαλῆς τοῦ μηροῦ ἀντία ἐνεχθεῖσα ἐκάκωσεν αὐτὸν ὀδύναις καὶ τὴν βάσιν ἔβλαπτεν, ἐπειδὴ τῶν κατόπιν ἤκουσεν ἐμβοησάντων λελύσθαι τῆς γεφύρας τὸ πλέον μέρος, καθάλλεται σὺν τοῖς ὅπλοις εἰς τὸν ποταμὸν καὶ διανηξάμενος τὸ ῥεῦμα χαλεπῶς πάνυ· περὶ γὰρ τοῖς ὑπερείσμασι τῶν σανίδων σχιζόμενος ὁ ῥοῦς ὀξὺς ἦν καὶ δίνας ἐποίει μεγάλας· ἐξεκολύμβησεν εἰς τὴν γῆν οὐδὲν τῶν ὅπλων ἐν τῷ νεῖν ἀποβαλών.
25.1 τοῦτο τὸ ἔργον ἀθάνατον αὐτῷ δόξαν εἰργάσατο. παραχρῆμά τε γὰρ οἱ Ῥωμαῖοι στεφανώσαντες αὐτὸν ἀπέφερον εἰς τὴν πόλιν ὑμνοῦντες ὡς τῶν ἡρώων ἕνα, καὶ πᾶς ὁ κατοικίδιος ὄχλος ἐξεχεῖτο ποθῶν αὐτόν, ἕως ἔτι περιῆν, θεάσασθαι τὴν τελευταίαν πρόσοψιν· ἐδόκει γὰρ ὑπὸ τῶν τραυμάτων οὐκ εἰς μακρὰν διαφθαρήσεσθαι·
25.2 καὶ ἐπειδὴ διέφυγε τὸν θάνατον, εἰκόνα χαλκῆν ἔνοπλον ὁ δῆμος ἔστησεν αὐτοῦ τῆς ἀγορᾶς ἐν τῷ κρατίστῳ καὶ χώραν ἐκ τῆς δημοσίας ἔδωκεν, ὅσην αὐτὸς ἐν ἡμέρᾳ μιᾷ ζεύγει βοῶν περιαρόσει· χωρὶς δὲ τῶν δημοσίᾳ δοθέντων κατὰ κεφαλὴν ἕκαστος ἀνδρῶν τε καὶ γυναικῶν, ὅτε μάλιστα δεινὴ σπάνις τῶν ἀναγκαίων ἐπιτηδείων ἅπαντας κατεῖχε, μιᾶς ἡμέρας τροφὴν ἐχαρίσαντο μυριάδες ἀνθρώπων αἱ
25.3 σύμπασαι πλείους ἢ τριάκοντα. Ὁράτιος μὲν δὴ τοιαύτην ἀποδειξάμενος ἀρετὴν ἐν τῷ τότε χρόνῳ ζηλωτὸς μὲν εἰ καί τις ἄλλος Ῥωμαίων ἐγένετο, ἄχρηστος δʼ εἰς τὰ λοιπὰ πράγματα τῆς πόλεως διὰ τὴν πήρωσιν τῆς βάσεως· καὶ διὰ τὴν συμφορὰν ταύτην οὔθʼ ὑπατείας οὔτʼ ἄλλης ἡγεμονίας στρατιωτικῆς οὐδεμιᾶς ἔτυχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme