Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

4.2 κατηγορήσῃ πᾶσι Ῥωμαίοις. ἀπολογηθεὶς δὲ καὶ πείσας ἅπαντας, ὡς οὐδὲν ἄξιον εἴργασται φυγῆς, ἐὰν μὲν ἀποδῶσιν αὐτῷ τὴν βασιλείαν αὖθις, ἄρξειν ἐφʼ οἷς ἂν ὁρίσωσιν οἱ πολῖται δικαίοις, ἐὰν δὲ μηκέτι βασιλεύεσθαι προαιρῶνται καθάπερ ἔμπροσθεν, ἀλλʼ ἑτέραν τινὰ καταστήσασθαι πολιτείαν, μένων ἐν τῇ πόλει πατρίδι οὔσῃ καὶ τὸν ἴδιον οἶκον ἔχων πολιτεύσεσθαι μετὰ πάντων ἐξ ἴσου, φυγῆς δʼ ἀπηλλάχθαι καὶ πλάνης.
4.3 ταῦτα διεξελθόντες ἐδέοντο τῆς βουλῆς, μάλιστα μὲν διὰ τὸ δίκαιον, ὃ πᾶσιν ἀνθρώποις καθέστηκε, μηθένα λόγου καὶ κρίσεως ἀποστερεῖν, συγχωρῆσαι τῷ ἀνδρὶ τὴν ἀπολογίαν, ἧς αὐτοὶ γενήσονται δικασταί· εἰ δʼ ἐκείνῳ ταύτην οὐ βούλονται δοῦναι τὴν χάριν, τῆς δεομένης ὑπὲρ αὐτοῦ πόλεως ἕνεκα μετριάσαι, δωρεὰν αὐτῇ διδόντας, ἐξ ἧς οὐδὲν αὐτοὶ βλαπτόμενοι μεγάλην δόξουσι τιμὴν κατατίθεσθαι τῇ λαμβανούσῃ, ἀνθρώπους δʼ ὄντας μηδὲν ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπίνην φρονεῖν μηδʼ ἀθανάτους ἔχειν τὰς ὀργὰς ἐν θνητοῖς σώμασιν, ἀλλὰ καὶ παρὰ γνώμην τί πράττειν ἐπιεικὲς ὑπομεῖναι τῶν δεομένων χάριν, ἐνθυμηθέντας, ὅτι φρονίμων μὲν ἀνθρώπων ἔργον ἐστὶ ταῖς φιλίαις χαρίζεσθαι τὰς ἔχθρας, ἀνοήτων δὲ καὶ βαρβάρων τοῖς ἐχθροῖς συναναιρεῖν τοὺς φίλους.
5.1 τοιαῦτα λεξάντων αὐτῶν ἀναστὰς ὁ Βροῦτος ἔφη Περὶ μὲν εἰσόδου Ταρκυνίων εἰς τήνδε πόλιν παύσασθε, ἄνδρες Τυρρηνοί, τὰ πλείω λέγοντες. ἐπῆκται γὰρ ἤδη ψῆφος ἀίδιον κατʼ αὐτῶν ὁρίζουσα φυγήν, καὶ θεοὺς ὀμωμόκαμεν ἅπαντες μήτʼ αὐτοὶ κατάξειν τοὺς τυράννους μηδὲ τοῖς κατάγουσιν ἐπιτρέψειν· εἰ δέ τινος ἄλλου δεῖσθε τῶν μετρίων, ἃ μὴ νόμοις μηδʼ ὅρκοις κεκωλύμεθα δρᾶν, λέγετε. μετὰ τοῦτο παρελθόντες οἱ πρέσβεις λέγουσι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme