Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

67.4 σώματι δὲ τοῦ δήμου. ἐὰν μὲν οὖν τῆς βουλῆς τὸν ἄφρονα δῆμον ἄρχειν ἐῶσιν, ὅμοια πείσεσθαι αὐτοὺς ἔφη τοῖς ὑποτάττουσι τὴν ψυχὴν τῷ σώματι καὶ μὴ κατὰ τὸν λογισμόν, ἀλλὰ κατὰ τὰ πάθη ζῶσιν. ἐὰν δʼ ἄρχεσθαί τε καὶ ἄγεσθαι τὸν δῆμον συνεθίζωσιν ὑπὸ τῆς βουλῆς, ταὐτὸ ποιήσουσι τοῖς ὑποτάττουσι τῇ ψυχῇ τὸ σῶμα καὶ πρὸς τὸ βέλτιστον, ἀλλὰ μὴ
67.5 πρὸς τὸ ἥδιστον τοὺς βίους ἄγουσι. βλάβην δὲ μεγάλην οὐδεμίαν ἀπέφαινε συμβήσεσθαι τῇ πόλει, ἐὰν οἱ πένητες ἀγανακτοῦντες ἐπὶ τῷ μὴ συγχωρηθῆναι σφίσι τὴν χρεοκοπίαν μὴ θελήσωσιν ὑπὲρ αὐτῆς τὰ ὅπλα ἀναλαβεῖν, ὀλίγους τινὰς εἶναι λέγων παντάπασι τοὺς μηδὲν ὑπολειπομένους ἑαυτοῖς ἔξω τοῦ σώματος, οὓς οὔτʼ ὠφέλειάν τινα παρέξεσθαι τῷ κοινῷ θαυμαστὴν ὅσην παρόντας ταῖς στρατείαις, οὔτε βλάβην ἀπόντας· ὑπομιμνήσκων αὐτούς, ὅτι τὴν ἐσχάτην ἀπελάμβανον ἐν τοῖς πολέμοις χώραν οἱ τοὐλάχιστον ἔχοντες τοῦ βίου τίμημα, καὶ ὅτι προσθήκης μοῖραν ἐπεῖχον οὗτοι τοῖς ἐν φάλαγγι τεταγμένοις, καταπλήξεως ἕνεκα τῶν πολεμίων συνόντες, οἷα δὴ μηδὲν φέροντες ὅπλον ὅτι μὴ σφενδόνας, ὧν ἐλάχιστον ἐν ταῖς μάχαις εἶναι ὄφελος.
68.1 τούς τʼ οἰκτείρειν τὴν πενίαν τῶν πολιτῶν ἀξιοῦντας καὶ βοηθεῖν τοῖς μὴ δυναμένοις διαλῦσαι τὰ χρέα παραινοῦντας ἔφη δεῖν ἐξετάζειν, τί ποτε τὸ πεποιηκὸς ἦν αὐτοὺς ἀπόρους κλήρους τε παραλαβόντας, οὓς οἱ πατέρες αὐτῶν κατέλιπον, καὶ ἀπὸ τῶν στρατειῶν πολλὰ ὠφεληθέντας, καὶ τὰ τελευταῖα ἐκ τῆς δημευθείσης τῶν τυράννων οὐσίας τὴν ἐπιβαλοῦσαν μοῖραν λαβόντας· ἔπειθʼ οὓς μὲν ἂν ὁρῶσι τῇ γαστρὶ καὶ ταῖς αἰσχίσταις ἐζηκότας ἡδοναῖς καὶ διὰ ταῦτʼ ἐκπεπτωκότας ἐκ τῶν βίων, αἰσχύνας τῆς πόλεως νομίζειν καὶ βλάβας, καὶ μέγα τῷ κοινῷ κέρδος ὑπολαμβάνειν, ἐὰν ἑκόντες ἀπὸ τῆς πόλεως ἀποφθαρῶσιν· οὓς δʼ ἂν αἰσθάνωνται διὰ πονηρὰν τύχην ἀπολωλεκότας τοὺς βίους, ἐκ τῶν ἰδίων τούτους

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme