Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 5

71.1 μετὰ τοῦτο πολλὴ ζήτησις ἐνέπιπτε τοῖς προεστηκόσι τῆς βουλῆς καὶ πρόνοια περὶ τοῦ παραληψομένου τὴν ἡγεμονίαν. ἐδόκει γὰρ αὐτοῖς δραστηρίου τʼ ἀνδρὸς εἰς τὰ πράγματα δεῖν καὶ πολλὴν τῶν πολεμικῶν ἀγώνων ἐμπειρίαν ἔχοντος, πρὸς δὲ τούτοις φρονίμου τε καὶ σώφρονος καὶ μηδὲν ὑπὸ τοῦ μεγέθους τῆς ἐξουσίας ἐπὶ τὸ ἀνόητον παραχθησομένου· ὑπὲρ ἅπαντα δὲ ταῦτα καὶ τἆλλα ὅσα δεῖ προσεῖναι στρατηλάταις ἀγαθοῖς ἄρχειν ἐγκρατῶς εἰδότος καὶ μηθὲν μαλακὸν ἐνδώσοντος τοἰς ἀπειθοῦσιν, οὗ
71.2 μάλιστα ἐν τῷ παρόντι ἐδέοντο. ἅπαντα δʼ ὁρῶντες ὅσα ἠξίουν περὶ τὸν ἕτερον ὑπάρχοντα τῶν ὑπάτων Τῖτον Λάρκιον· ὁ γὰρ Κλοίλιος ἐν ταῖς πολιτικαῖς χρείαις διάφορος ὢν τὸ δραστήριον καὶ φιλοπόλεμον οὐκ εἶχεν, οὐδέ γε τὸ ἀρχικὸν καὶ φοβερόν, ἀλλʼ ἐπιεικὴς τιμωρὸς ἦν τῶν ἀπειθούντων· ἡ δὲ βουλὴ διʼ αἰσχύνης ἐλάμβανον τοῦ μὲν ἀφελέσθαι τὴν ἀρχήν, ἣν κατὰ τοὺς νόμους εἶχε, τῷ δὲ χαρίσασθαι τὴν ἀμφοτέρων ἐξουσίαν, μείζονα βασιλικοῦ σχήματος γινομένην· καί τι καὶ δέος αὐτὴν ὑπῄει, μὴ βαρεῖαν ὁ Κλοίλιος ἡγησάμενος τὴν ἀπαξίωσιν τῆς ἀρχῆς ὡς ἠτιμασμένος ὑπὸ τῆς βουλῆς ἔπειτα μεταθῆται τὴν προαίρεσιν τοῦ βίου τοῦ δήμου γενόμενος προστάτης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme