Book 5
7.5
ὧν εἶδε γίνεται. ὁ δʼ ὡς ἔμαθεν οὐδεμίαν ἀναβολὴν ποιησάμενος ἐπὶ τὴν οἰκίαν τῶν Ἀκυλλίων σὺν χειρὶ πολλῇ πελατῶν τε καὶ φίλων παραγίνεται περὶ τὸν ὄρθρον καὶ παρελθὼν εἴσω τῶν θυρῶν ὡς ἐπʼ ἄλλην τινὰ χρείαν παρὼν ἀκωλύτως κατʼ οἶκον ἔτι τῶν μειρακίων ὄντων ἐγκρατὴς γίνεται τῶν ἐπιστολῶν καὶ τοὺς νεανίσκους συλλαβὼν καθίστησιν ἐπὶ τοὺς ὑπάτους.
8.1
τὰ δὲ μετὰ ταῦτα ἔργα θατέρου τῶν ὑπάτων Βρούτου μεγάλα καὶ θαυμαστὰ λέγειν ἔχων, ἐφʼ οἷς μέγιστα φρονοῦσι Ῥωμαῖοι, δέδοικα μὴ σκληρὰ καὶ ἄπιστα τοῖς Ἕλλησι δόξω λέγειν, ἐπειδὴ πεφύκασιν ἅπαντες ἀπὸ τῶν ἰδίων παθῶν τὰ περὶ τῶν ἄλλων λεγόμενα κρίνειν καὶ τὸ πιστὸν ἄπιστον ἐφʼ ἑαυτοὺς ποιεῖν· ἐρῶ δʼ οὖν ὅμως.
8.2
ἐπειδὴ γὰρ ἡμέρα τάχιστα ἐγένετο, καθίσας ἐπὶ τὸ βῆμα καὶ τὰς ἐπιστολὰς τῶν ἐν τῇ συνωμοσίᾳ διασκεπτόμενος, ὡς εὗρε τὰς ὑπὸ τῶν υἱῶν γραφείσας ταῖς σφραγῖσιν ἑκατέραν γνωρίσας καὶ μετὰ τὸ λῦσαι τὰ σημεῖα τοῖς χειρογράφοις, ἀναγνωσθῆναι πρῶτον ἐκέλευσεν ἀμφοτέρας ὑπὸ τοῦ γραμματέως εἰς τὴν ἁπάντων τῶν παρόντων ἀκοήν· ἔπειτα λέγειν ἐκέλευσε τοῖς παισίν, εἴ τι βούλονται.
8.3
ὡς δʼ οὐκ ἐτόλμησεν αὐτῶν οὐδέτερος πρὸς ἄρνησιν ἀναιδῆ τραπέσθαι, ἀλλὰ κατεψηφικότες ἑαυτῶν ἔκλαιον ἀμφότεροι, ὀλίγον δʼ ἐπισχὼν χρόνον ἀνίσταται καὶ σιωπὴν προκηρύξας ἐκδεχομένων ἁπάντων, τί τέλος ἐξοίσει, θάνατον ἔφη καταδικάζειν τῶν τέκνων· ἐφʼ ᾧ πάντες ἀνέκραγον οὐκ ἀξιοῦντες τοιοῦτον ἄνδρα ζημιωθῆναι τέκνων θανάτῳ καὶ χαρίζεσθαι τὰς ψυχὰς τῶν μειρακίων ἐβούλοντο τῷ πατρί.
8.4
ὁ δʼ οὔτε τὰς φωνὰς αὐτῶν οὔτε τὰς οἰμωγὰς ἀνασχόμενος ἐκέλευσε τοῖς ὑπηρέταις ἀπάγειν τοὺς νεανίσκους ὀλοφυρομένους καὶ ἀντιβολοῦντας καὶ ταῖς φιλτάταις αὐτὸν ἀνακαλουμένους προσηγορίαις. θαυμαστὸν μὲν καὶ τοῦτο πᾶσιν ἐφάνη τὸ μηδὲν ἐνδοῦναι τὸν ἄνδρα μήτε πρὸς τὰς δεήσεις τῶν πολιτῶν μήτε πρὸς τοὺς οἴκτους τῶν τέκτων, πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερον τὸ περὶ τὰς τιμωρίας αὐτῶν ἀμείλικτον.