Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

36.2 διαφόρου κοινῇ σεσῶσθαι. ὧν ἐγὼ ὑμᾶς ἀξιῶ πολλὴν πρόνοιαν ποιήσασθαι βουλὴν ὑπὲρ αὐτῶν τούτων καθίσαντες, ἐπειδὰν ἀπολύσητε τὰς πρεσβείας. ἃ δὲ ταῖς πρεσβείαις ἀποκρίνασθαι ἐν τῷ παρόντι παραινεῖν ἔχω, ταῦτʼ ἐστιν· ἐπειδὴ Οὐολοῦσκοι μὲν ἀπαιτοῦσιν ἡμᾶς ἃ ὅπλοις κρατήσαντες ἔχομεν καὶ πόλεμον ἀπειλοῦσι μὴ πειθομένοις, τάδε λέγωμεν, ὅτι Ῥωμαῖοι καλλίστας ὑπολαμβάνομεν κτήσεις εἶναι καὶ δικαιοτάτας, ἃς ἂν κατάσχωμεν πολέμου λαβόντες κατὰ νόμον, καὶ οὐκ ἂν ὑπομείναιμεν μωρίᾳ τὴν ἀρετὴν ἀφανίσαι· παραδόντες δὲ ταῦτα τοῖς ἀπολωλεκόσιν ὧν κοινωνητέον τε παισὶ καὶ τοῖς ἐκ τούτων γενομένοις καταλιπεῖν ἀεὶ ἀγωνιούμεθα, τῶν νῦν γε ὑπαρχόντων ἤδη στερησόμεθα καὶ ἑαυτοὺς ὅσα πολεμίους βλάψομεν.
36.3 Λατίνων δὲ τὸ εὔνουν ἐπαινέσαντες ἀναθαρσύνωμεν τὸ δεδιὸς ὡς οὐκ ἐγκαταλείψομεν αὐτούς, ἕως ἂν τὸ πιστὸν φυλάσσωσιν, ἐν οὐδενὶ δεινῷ γενομένους διʼ ἡμᾶς, ἀλλὰ δύναμιν ἱκανὴν ἀμύνειν αὐτοῖς πέμψομεν οὐ διὰ μακροῦ. ταύτας ἡγοῦμαι κρατίστας τε καὶ δικαιοτάτας ἔσεσθαι τὰς ἀποκρίσεις. ἀπαλλαγεισῶν δὲ τῶν πρεσβειῶν πρώτην φημὶ χρῆναι βουλὴν τοῖς κατὰ τὴν πόλιν θορύβοις ἡμᾶς ἀποδοῦναι καὶ ταύτην οὐκ εἰς μακράν, ἀλλὰ τῇ ἐπιούσῃ ἡμέρᾳ.
37.1 ταύτην ἀποφηναμένου τὴν γνώμην Λαρκίου καὶ πάντων ἐπαινεσάντων, τότε μὲν αἱ πρεσβεῖαι λαβοῦσαι τὰς εἰρημένας ἀποκρίσεις ἀπηλλάγησαν· τῇ δʼ ἑξῆς ἡμέρᾳ συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι περὶ τῆς ἐπανορθώσεως τῶν πολιτικῶν θορύβων προὔθεσαν σκοπεῖν. πρῶτος οὖν ἐρωτηθεὶς γνώμην Πόπλιος Οὐεργίνιος, ἀνὴρ δημοτικός, τὴν διὰ μέσου πορευόμενος ὁδὸν ἔλεξεν· ἐπειδὴ τὸ δημοτικὸν πλῆθος ἐν τῷ παρελθόντι ἐνιαυτῷ προθυμίαν πλείστην εἰς τοὺς ὑπὲρ τῆς πόλεως ἀγῶνας ἐπεδείξατο, Οὐολούσκοις καὶ Ἀρούγκοις πολλῇ στρατιᾷ ἐπιοῦσιν ἀντιταξάμενον μεθʼ ἡμῶν, οἴομαι δεῖν τοὺς συναραμένους ἡμῖν τότε καὶ τῶνδε τῶν πολέμων μετασχόντας ἀφεῖσθαι καὶ μηδενὸς αὐτῶν μήτε τὸ σῶμα μήτε τὴν οὐσίαν ὑπὸ τῶν δανειστῶν κρατεῖσθαι· τὸ δʼ αὐτὸ δίκαιον εἶναι καὶ γονεῦσι τοῖς τούτων ἄχρι καὶ πάππων, καὶ παισὶν ἕως ἐγγόνων· τοὺς δʼ ἄλλους ἀγωγίμους εἶναι τοῖς δεδανεικόσιν, ὡς ἑκάστοις συνέβαλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme