Book 6
42.3
ὄνομα αὐτῇ. ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν. ἔπειτα ἥ τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον. Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τʼ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τʼ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, διʼ ὀρῶν ἢ δρυμῶν κρυφαίας ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον· οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος. ἔπειτα φυγή τʼ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δʼ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.
43.1
Οὐαλέριος δὲ κατὰ νοῦν χωρήσαντος αὐτῷ τοῦ πολέμου τὸν εἰωθότα θρίαμβον ἀπὸ τῆς νίκης καταγαγὼν ἀπέλυσε τὸν δῆμον ἀπὸ τῆς στρατείας, οὔπω τῆς βουλῆς καιρὸν εἶναι νομιζούσης, ἵνα μὴ τὰς ὑποσχέσεις ἀπαιτοῖεν οἱ ἄποροι· εἰς δὲ τὴν δορίκτητον, ἣν Οὐολούσκους ἀφείλοντο, κληρούχους ἀπέστειλεν ἐπιλέξας ἄνδρας ἐκ τῶν ἀπόρων, οἳ τήν τε πολεμίαν φρουρήσειν ἔμελλον καὶ τὸ ἐν τῇ πόλει στασιάζον ἔλαττον ἀπολείψειν.