Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 6

46.1 ὡς δʼ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν· βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατʼ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς.
46.2 ἐπειδὴ δʼ οἱ ταχθέντες ὑπὸ τῆς βουλῆς φρουρεῖν τὰς ἐξόδους· ἦσαν γὰρ δὴ ὀλίγοι καὶ οὐχ ἱκανοὶ ἔτι ἀντέχειν· ἐκβιασθέντες ὑπὸ τοῦ δήμου κατέλιπον τὴν φυλακήν, τότε ἤδη τὸ δημοτικὸν πολὺ ἐξεχεῖτο, καὶ τὸ πάθος ἦν ἁλώσει πόλεως ἐμφερές, οἰμωγή τε τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων. μετὰ τοῦτο βουλαί τε συχναὶ καὶ κατηγορίαι τῶν αἰτίων τῆς ἀποστάσεως ἐγίνοντο. ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ τὰ πολέμια ἔθνη ἐπετίθεντο αὐτοῖς προνομεύοντα τὴν γῆν ἄχρι τῆς πόλεως. οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δʼ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους.
46.3 οὐ γὰρ μόνον οἱ τὰ χρέα καὶ τὰς καταδίκας καὶ τὰς προσδοκωμένας ἀνάγκας διαφυγεῖν προαιρούμενοι συνέρρεον ὡς αὐτούς, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοις ὁ βίος ἦν ἀργὸς ἢ ῥᾴθυμος ἢ ταῖς ἐπιθυμίαις χορηγεῖν οὐχ ἱκανὸς ἢ πονηρῶν ἐπιτηδευμάτων ζηλωτὴς ἢ φθονερὸς ταῖς ἑτέρων εὐτυχίαις ἢ διʼ ἄλλην τινὰ συμφορὰν ἢ αἰτίαν ἀλλοτρίως διακείμενος τῇ καθεστώσῃ πολιτείᾳ.
47.1 τοῖς δὲ πατρικίοις ἐν μὲν τῷ παραυτίκα ταραχὴ ἐνέπεσε πολλὴ καὶ ἔκπληξις, καὶ ὡς αὐτίκα δὴ μάλα τῶν ἀποστατῶν ἅμα τοῖς ἀλλοεθνέσι πολεμίοις ἐπὶ τὴν πόλιν ἡξόντων δέος. ἔπειθʼ ὡς ἐξ ἑνὸς παρακελεύσματος ἁρπάσαντες τὰ ὅπλα σὺν τοῖς οἰκείοις ἕκαστοι πελάταις, οἱ μὲν ἐπὶ τὰς ὁδοὺς ἃς ἥξειν ἐνόμιζον τοὺς πολεμίους παρεβοήθουν, οἱ δʼ ἐπὶ τὰ φρούρια φυλακῆς ἕνεκα τῶν ἐρυμάτων ἐξῄεσαν, οἱ δʼ ἐν τοῖς προκειμένοις τῆς πόλεως πεδίοις ἐστρατοπεδεύοντο· ὅσοι δὲ διὰ γῆρας ἀδύνατοι τούτων τι δρᾶν ἦσαν ἐπὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme