Book 6
91.3
ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς τά τʼ ἐγκαταληφθέντα χρήματα διαρπάσαι τοῖς στρατιώταις ἐφεὶς καὶ φρουρὰν ἐν τῇ πόλει καταλιπὼν ἐξῆγε τὴν δύναμιν ἐφʼ ἑτέραν πόλιν τῶν Οὐολούσκων, ἣ καλεῖται μὲν Πόλουσκα, διάστημα δʼ οὐ πολὺ τῆς Λογγόλας ἀπέχει. οὐδενὸς δʼ αὐτῷ τολμήσαντος ὑπαντῆσαι διανύσας τὴν χώραν κατὰ πολλὴν εὐπέτειαν προσέβαλε τοῖς τείχεσι· τῶν δὲ στρατιωτῶν οἱ μὲν τὰς πύλας διακόψαντες, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὸ τεῖχος ἀναβάντες, αὐθημερὸν γίνονται καὶ ταύτης τῆς πόλεως κύριοι.
91.4
ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.
92.1
καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων· ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ. ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας.
92.2
τῇ δʼ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δʼ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπʼ αὐτοῦ καταλιπών,