Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

23.1 ὅτι μὲν οὐ δίκαια πέπονθας ὑπὸ τοῦ δήμου, ὦ Μάρκιε, μετʼ αἰτίας αἰσχρᾶς ἐξελασθεὶς ἐκ τῆς πατρίδος, ἅπαντες ἴσμεν· καὶ οὐδὲν οἰόμεθά σε ποιεῖν θαυμαστόν, εἰ χαλεπαίνεις καὶ ἀγανακτεῖς ἐπὶ ταῖς τύχαις. κοινὸς γὰρ δὴ τῆς ἁπάντων φύσεως οὗτος ὁ νόμος, ἐχθρὸν εἶναι τῷ δράσαντι τὸ πεπονθὸς κακῶς.
23.2 ὅτι δʼ οὐ μετὰ λογισμοῦ σώφρονος ἐξετάζεις, οὓς ἀμύνεσθαί τε καὶ τιμωρεῖσθαί σοι προσῆκεν, οὐδὲ μετριάζεις περὶ τὴν ἀνάπραξιν τῆς δίκης, ἀλλʼ ἐν ταὐτῷ τίθεσαι τά τʼ ἀναίτια τοῖς αἰτίοις καὶ τὰ φίλια τοῖς πολεμίοις, νόμους τε κινεῖς φύσεως ἀκινήτους καὶ τὰ πρὸς τοὺς θεοὺς συνταράττεις ὅσια, καὶ οὐδὲ σεαυτὸν ἐξ ὧν τε καὶ ὅστις ἔφυς ἔτι μέμνησαι, τοῦτο τεθαυμάκαμεν.
23.3 ἥκομέν τʼ ἀποσταλέντες ὑπὸ τοῦ κοινοῦ πρέσβεις οἱ προὔχοντες ἡλικίᾳ τῶν πατρικίων καὶ περὶ σὲ προθυμότατοι μεμιγμένην φέροντες δικαιολογίαν παραιτήσει, καὶ ἐφʼ οἷς ἀξιοῦμέν σε διαλύσεσθαι τὴν ἔχθραν, πρὸς τὸν δῆμον ἀπαγγελοῦντες· πρὸς δὲ τούτοις, ἃ νομίζομεν εἶναι κάλλιστα καὶ συμφορώτατά σοι, ταῦτα παραινέσοντες.
24.1 ἀρχέτω δʼ ὁ περὶ τῶν δικαίων λόγος. συνέστη τὸ δημοτικὸν ἐπὶ σοὶ παροξυνθὲν ὑπὸ τῶν δημάρχων, καὶ ἧκον ὡς ἀποκτενοῦντές σε ἄκριτον, οἷς φοβερὸς ἦσθα. τοῦτο τὸ ἔργον ἐκωλύσαμεν ἡμεῖς οἱ ἐκ τοῦ συνεδρίου καὶ παρέσχομέν σοι μηθέν, ὃ μὴ δίκαιον ἦν τότε παθεῖν. μετὰ τοῦτο προὐκαλοῦντό σε οἱ κωλυθέντες ἀνελεῖν ἐπὶ δίκην, αἰτιασάμενοι πονηροὺς κατʼ αὐτῶν εἰπεῖν ἐν τῇ βουλῇ λόγους.
24.2 ἐνέστημεν καὶ πρὸς τοῦτο, ὡς οἶσθα, καὶ οὐκ ἐπετρέψαμεν οὔτε γνώμης οὔτε λόγων ὑποσχεῖν σε δίκας. ἀποτυχόντες καὶ τούτου τελευτῶντες ἧκον ἐφʼ ἡμᾶς αἰτιώμενοί σε τυραννίδι ἐπιχειρεῖν. ταύτην αὐτὸς ὑπέμεινας ἀπολογήσασθαι τὴν αἰτίαν, ἐπειδὴ πάμπολυ ἀπεῖχες αὐτῆς, καὶ παρέσχες τοῖς δημοτικοῖς περὶ σεαυτοῦ τὴν ψῆφον ἀναλαβεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme