Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

35.3 ταῦτʼ οὖν ἀπαγγέλλετε αὐτοῖς, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ πρὸς ἐμὲ καὶ πρὸς ἐκείνους περὶ τοῦ δικαίου πάνυ ἐπιστρεφῶς ταῦτα διαλέγεσθε· καλόν τοι τὰς ἰδίας ἕκαστον ἔχοντα κτήσεις ἐν εἰρήνῃ ζῆν, καὶ πολλοῦ ἄξιον τὸ μηθένα δεδοικέναι μήτʼ ἐχθρὸν μήτε καιρόν, αἰσχρὸν δὲ τῶν ἀλλοτρίων περιεχομένους οὐκ ἀναγκαῖον πόλεμον ὑπομένειν, ἐν ᾧ καὶ περὶ τῶν ἰδίων ἁπάντων κινδυνεύσουσιν ἀγαθῶν· τά τʼ ἆθλα ἐπιδείκνυτε αὐτοῖς οὐκ ἴσα κατορθοῦσί τε καὶ μὴ τυχοῦσι γινόμενα γῆς ἀλλοτρίας γλιχομένοις, εἰ δὲ βούλεσθε, προστίθετε καὶ τὰς πόλεις τῶν ἠδικημένων προσλαβεῖν βουλομένοις, ἐὰν μὴ κρατῶσι, καὶ τὴν ἑαυτῶν γῆν τε καὶ πόλιν ἀφαιρεθῆναι, καὶ ἔτι πρὸς τούτῳ γυναῖκας ἐπιδεῖν τὰ αἴσχιστα πασχούσας καὶ παῖδας εἰς ὕβριν ἀγομένους καὶ γονεῖς δούλους ἀντʼ ἐλευθέρων ἐπὶ γήρως ὀδῷ γινομένους.
35.4 καὶ ἅμα διδάσκετε τὴν βουλήν, ὅτι τούτων τῶν κακῶν οὐκ ἂν ἔχοιεν αἰτιάσασθαι Μάρκιον, ἀλλὰ τὴν ἑαυτῶν ἀφροσύνην. παρὸν γὰρ αὐτοῖς τὰ δίκαια ποιεῖν καὶ μηδενὶ δεινῷ περιπεσεῖν τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον ἀναιρήσονται μέχρι παντὸς φιλοχωροῦντες ἐν τοῖς ἀλλοτρίοις.
35.5 ἔχετε τὰς ἀποκρίσεις· τούτων οὐθὲν ἂν εὕροισθε παρʼ ἐμοῦ πλέον, ἀλλʼ ἄπιτε καὶ σκοπεῖτε, ὅ τι πρακτέον ὑμῖν· ἕως δὲ βουλεύσησθε, δίδωμι χρόνον ὑμῖν ἡμερῶν τριάκοντα. ἐν δὲ τῷ μεταξὺ χρόνῳ σήν τε χάριν, ὦ Μηνύκιε, καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα τὴν στρατιὰν ἐκ τῆς χώρας ἀπάξω· μεγάλα γὰρ ἂν βλάπτοισθε μενούσης αὐτῆς ἐνθάδε. τῇ δὲ τριακοστῇ προσδέχεσθέ με ἡμέρᾳ τὰς ἀποκρίσεις ληψόμενον.
36.1 ταῦτʼ εἰπὼν ἀνέστη καὶ διέλυσε τὸν σύλλογον. τῇ δʼ ἐπιούσῃ νυκτὶ περὶ τὴν τελευταίαν φυλακὴν ἀναστήσας τὴν στρατιὰν ἦγεν ἐπὶ τὰς λοιπὰς τῶν Λατίνων πόλεις εἴτε κατʼ ἀλήθειαν πεπυσμένος, ὅτι μέλλοι τις ἐκεῖθεν ἐπικουρία Ῥωμαίοις ἀφικέσθαι, ὡς τότε δημηγορῶν ἔφησεν, εἴτʼ αὐτὸς πλασάμενος τὸν λόγον, ἵνα μὴ δόξειε χαριζόμενος τοῖς ἐχθροῖς καταλελοιπέναι τὸν πόλεμον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme