Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

42.1 ἀλλʼ εἰ καὶ τούτου δεῖσθε ὑμεῖς, ὦ γυναῖκες, καὶ πάντως θέλετε ἀσχημονούσας ἡμᾶς ἰδεῖν, ὑπολάβετε παρεῖναι πρὸς αὐτὸν κἀμὲ καὶ Οὐολουμνίαν ἀγούσας τὰ παιδία· τίνας ἐρῶ πρῶτον ἡ μήτηρ ἐγὼ πρὸς αὐτὸν λόγους, καὶ τίνα δέησιν ποιήσομαι τοῦ υἱοῦ; λέγετε καὶ διδάσκετέ με. φείσασθαι παρακαλῶ τῶν ἑαυτοῦ πολιτῶν, ὑφʼ ὧν ἐκ τῆς πατρίδος ἐξελήλαται καὶ μηθὲν ἀδικῶν; οἰκτίρμονα δὲ καὶ συμπαθῆ πρὸς τοὺς δημοτικοὺς γενέσθαι, παρʼ ὧν οὔτʼ ἐλέου μετέσχεν οὔτε συμπαθείας; ἐγκαταλιπεῖν δʼ ἄρα καὶ προδοῦναι τοὺς ὑποδεξαμένους αὐτοῦ τὴν φυγήν, οἳ πολλὰ καὶ δεινὰ πεπονθότες ὑπʼ αὐτοῦ πρότερον, οὐ πολεμίων μῖσος, ἀλλὰ φίλων καὶ συγγενῶν εὔνοιαν εἰς αὐτὸν ἀπεδείξαντο;
42.2 τίνα ψυχὴν λαβοῦσα ἀξιώσω τὸν υἱὸν τὰ μὲν ἀπολέσαντα φιλεῖν, τὰ δὲ σώσαντα ἀδικεῖν; οὐκ εἰσὶν οὗτοι μητρὸς ὑγιαινούσης λόγοι πρὸς υἱὸν οὐδὲ γυναικὸς ἃ δεῖ λογιζομένης πρὸς ἄνδρα· μηδʼ ὑμεῖς βιάζεσθε, γυναῖκες, ἃ μήτε πρὸς ἀνθρώπους δίκαιά ἐστι μήτε πρὸς θεοὺς ὅσια, ταῦθʼ ἡμᾶς αἰτεῖσθαι παρʼ αὐτοῦ, ἀλλʼ ἄφετε τὰς ἐλεεινάς, ὡς πεπτώκαμεν ὑπὸ τῆς τύχης, κεῖσθαι ταπεινὰς μηθὲν ἔτι πλέον ἀσχημονούσας.
43.1 παυσαμένης δʼ αὐτῆς τοσοῦτος ὀδυρμὸς ἐκ τῶν παρουσῶν γυναικῶν ἐγένετο, καὶ τηλικαύτη κατέσχε τὸν οἶκον οἰμωγή, ὥστʼ ἐπὶ πολὺ μέρος ἐξακουσθῆναι τῆς πόλεως τὴν βοὴν καὶ μεστοὺς γενέσθαι τοὺς ἐγγὺς τῆς οἰκίας στενωποὺς ὄχλου.
43.2 ἔπειθʼ ἥ τε Οὐαλερία πάλιν ἑτέρας ἐξέτεινε μακρὰς καὶ συμπαθεῖς δεήσεις, αἵ τʼ ἄλλαι γυναῖκες αἱ κατὰ φιλίαν ἢ συγγένειαν ἑκατέρᾳ τῶν γυναικῶν προσήκουσαι, καὶ παρέμενον λιπαροῦσαί τε καὶ γονάτων ἁπτόμεναι, ὥστʼ οὐκ ἔχουσα, ὅ τι πάθῃ πρὸς τοὺς ὀδυρμοὺς αὐτῶν καὶ τὰς πολλὰς δεήσεις, εἶξεν ἡ Οὐετουρία καὶ τελέσειν τὴν πρεσβείαν ὑπὲρ τῆς πατρίδος ὑπέσχετο τήν τε γυναῖκα τοῦ Μαρκίου παραλαβοῦσα καὶ τὰ τέκνα καὶ τῶν ἄλλων πολιτίδων τὰς βουλομένας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme