Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

4.4 ἐγίνετο δὲ ταῦτα τοῦ Τύλλου μάλιστʼ ἐνάγοντος, καὶ συνῄεσαν ἐξ ἁπάσης πόλεως οἵ τʼ ἐν τοῖς τέλεσι καὶ πολὺς ἄλλος ὄχλος εἰς τὴν Ἐχετρανῶν πόλιν· αὕτη γὰρ ἐδόκει ἐν καλλίστῃ κεῖσθαι συνόδῳ ταῖς ἄλλαις ἡ πόλις. ῥηθέντων δὲ πολλῶν λόγων, οὓς εἶπον οἱ δυναστεύοντες ἐν ἑκάστῃ πόλει, ψῆφος ἀνεδόθη τοῖς παροῦσι, καὶ ἦν ἡ νικῶσα γνώμη κινεῖν τὸν πόλεμον, ὡς Ῥωμαίων ἀρξάντων τῆς περὶ τὰς σπονδὰς παρανομίας.
5.1 ὑπὲρ δὲ τοῦ τίνα χρὴ πολεμεῖν αὐτοῖς τρόπον προθέντων σκοπεῖν τῶν ἐν τοῖς τέλεσι παρελθὼν ὁ Τύλλος συνεβούλευσεν αὐτοῖς καλεῖν τὸν Μάρκιον καὶ παρʼ ἐκείνου πυνθάνεσθαι, πῶς ἂν ἡ Ῥωμαίων καταλυθείη δύναμις· κράτιστα γὰρ ἁπάντων ἀνθρώπων εἰδέναι, πῇ τε κάμνει τὰ τῆς πόλεως πράγματα καὶ πῇ μάλιστα ἔρρωται. ἐδόκει ταῦτα, καὶ αὐτίκα πάντες ἐβόων καλεῖν τὸν ἄνδρα. καὶ ὁ Μάρκιος ἧς ἐβούλετο ἀφορμῆς λαβόμενος ἀνέστη κατηφὴς καὶ δεδακρυμένος καὶ μικρὸν ἐπισχὼν χρόνον τοιούτους διέθετο λόγους·
5.2 εἰ μὲν ἡγούμην ὑμᾶς ἅπαντας ὅμοια γινώσκειν περὶ τῆς ἐμῆς συμφορᾶς, οὐκ ἂν ὑπελάμβανον ἀναγκαῖον εἶναι περὶ αὐτῆς ἀπολογεῖσθαι· ἐνθυμούμενος δʼ, ὡς ἐν πολλοῖς καὶ διαφόροις ἤθεσιν εἰκός, εἶναί τινας, οἷς παραστήσεται δόξα οὔτʼ ἀληθὴς οὔτε προσήκουσα περὶ ἐμοῦ, ὡς οὐκ ἂν ἄτερ αἰτίας ἀληθοῦς καὶ δικαίας ἐξήλασέ με ὁ δῆμος ἐκ τῆς πατρίδος, παντὸς μάλιστα οἴομαι δεῖν πρῶτον ὑπὲρ τῆς ἐμῆς φυγῆς ἐν κοινῷ
5.3 πρὸς ἅπαντας ὑμᾶς ἀπολογήσασθαι. ἀλλʼ ἀνάσχεσθέ μου, πρὸς θεῶν, καὶ οἱ κράτιστα ἐγνωκότες, ἃ πέπονθα ὑπὸ τῶν ἐχθρῶν καὶ ὡς οὐ προσῆκόν μοι ταύτης πεπείραμαι τῆς τύχης διεξιόντος, καὶ μὴ πρότερον ποθεῖτε, ὅ τι χρὴ πράττειν ἀκοῦσαι, πρίν, ὁποῖός τις εἰμὶ ὁ τὴν γνώμην ἀποδειξόμενος, ἐξετάσαι. ἔσται δὲ βραχὺς ὁ περὶ αὐτῶν, κἂν πρόσωθεν ἄρξωμαι, λόγος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme