Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

56.4 ταῦτʼ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθʼ ἕκαστον ἔτος ἐπιτελεῖν. αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις. ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς ποιεῖσθαι λόγον. ἐπάνειμι δʼ, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.
57.1 μετὰ τὴν ἐκ τοῦ χάρακος ἀπαλλαγὴν τῶν γυναικῶν ὁ Μάρκιος περὶ τὸν ὄρθρον ἀναστήσας τὴν στρατιὰν ἀπῆγεν ὡς διὰ φιλίας, καὶ ἐπειδὴ ἐν τῇ Οὐολούσκων ἐγένετο, πάντα, ὅσα ἐκ τῶν λαφύρων ἔλαβε, δωρησάμενος τοῖς στρατιώταις, ἑαυτῷ δʼ οὐδʼ ὁτιοῦν ὑπολιπόμενος ἀπέλυσεν ἐπὶ τὰ οἰκεῖα. ἡ μὲν οὖν κοινωνήσασα τῶν ἀγώνων αὐτῷ στρατιὰ πλούτῳ βαρεἶ ἀφικομένη τήν τʼ ἀνάπαυλαν οὐκ ἀηδῶς ἐδέξατο τοῦ πολέμου καὶ διʼ εὐνοίας εἶχε τὸν ἄνδρα, συγγνώμης τʼ ἄξιον ἡγεῖτο, εἰ μὴ τέλος ἐπέθηκε τῷ πολέμῳ
57.2 μητρὸς οἴκτους καὶ λιτὰς ἐντραπείς. ἡ δʼ ἐν ταῖς πόλεσιν ὑπομείνασα νεότης φθονοῦσα μὲν τοῖς ἐπὶ στρατοπέδου γενομένοις τῶν πολλῶν ὠφελειῶν, διημαρτηκυῖα δʼ ὧν ἤλπισεν, εἰ καθαιρεθείη τὸ Ῥωμαίων φρόνημα τῆς πόλεως ἁλούσης, ἐτραχύνετο πρὸς τὸν ἡγεμόνα καὶ πικρὰ σφόδρα ἦν· καὶ τελευτῶσα, ἐπειδὴ τοῦ μίσους ἡγεμόνας ἔλαβε τοὺς πλεῖστον ἐν τῷ ἔθνει δυναμένους, ἐξηγριώθη τε καὶ ἔργον ἔδρασεν ἀνόσιον.
57.3 ἦν δὲ Τύλλος Ἄττιος ὁ τὰς ὀργὰς αὐτῶν παραθήξας ἔχων περὶ αὐτὸν ἑταιρίαν ἐξ ἁπάσης πόλεως οὐκ ὀλίγην. τούτῳ δʼ ἄρα ἐδέδοκτο παλαίτερον ἔτι τὸν φθόνον οὐ δυναμένῳ κατέχειν, εἰ μὲν εὖ πράξας ὁ Μάρκιος καὶ τὴν Ῥωμαίων πόλιν διαφθείρας εἰς Οὐολούσκους ἔλθοι, κρύφα καὶ σὺν δόλῳ αὐτὸν ἀνελεῖν, εἰ δὲ διαμαρτὼν τῆς πείρας ἀτελὴς τοῦ ἔργου ἀναστρέψειεν, ὡς προδότην παραδόντα τῇ περὶ αὐτὸν ἑταιρίᾳ ἀποκτεῖναι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme