Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

65.3 τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι. οἱ δʼ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τʼ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται· καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά· καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων.
65.4 ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης. οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς. τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τʼ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δʼ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ· μετʼ ὀλίγον μέντοι καὶ τοῦτʼ ἐνέδωκεν.
65.5 ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι ἀναγκάσῃ· τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας. ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme