Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

8.3 τούτου δʼ οἴομαι δεῖν ὑμᾶς ἄρξαι. πέμπετε οὖν πρέσβεις ὡς αὐτοὺς ἀπαιτοῦντες ἃς κατέχουσιν ὑμῶν πόλεις καὶ ὅσα τείχη ἐν τῇ ὑμετέρᾳ γῇ ἐνετειχίσαντο ἀξιοῦντες ἐκλιπεῖν, καὶ εἴ τι ἄλλο βίᾳ σφετερισάμενοι τῶν ὑμετέρων ἔχουσι πείθοντες ἀποδιδόναι. πολέμου δὲ μήπω ἄρχετε, πρὶν ἢ λαβεῖν τὰς παρʼ αὐτῶν ἀποκρίσεις. ἐὰν γὰρ ταῦτα ποιήσητε, δυεῖν ὧν βούλεσθε ὑπάρξει θάτερον ὑμῖν· ἢ τὰ ἑαυτῶν ἀπολήψεσθε ἄνευ κινδύνων καὶ δαπάνης, ἢ καλὴν καὶ δικαίαν πρόφασιν εἰληφότες ἔσεσθε τοῦ πολέμου. τὸ γὰρ μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν, ἀλλὰ τὰ ἑαυτῶν ἀπαιτεῖν καὶ μὴ τυγχάνοντας τούτου πολεμεῖν, ἅπαντες ἂν ὁμολογήσουσιν εἶναι καλόν.
8.4 φέρε δή, τί ποιήσειν οἴεσθε Ῥωμαίους ταῦθʼ ὑμῶν προελομένων; πότερον ἀποδώσειν τὰ χωρία ὑμῖν; καὶ τί κωλύσει πάντων αὐτοὺς ἀποστῆναι τῶν ἀλλοτρίων; ἥξουσι γὰρ Αἰκανοί τε καὶ Ἀλβανοὶ καὶ Τυρρηνοὶ καὶ πολλοὶ ἄλλοι τὴν ἑαυτῶν ἕκαστοι γῆν ἀποληψόμενοι. ἢ καθέξειν τὰ χωρία καὶ μηθὲν τῶν δικαίων ποιήσειν; ὅπερ ἐγὼ νομίζω. οὐκοῦν ἀδικεῖσθαι πρότεροι λέγοντες ὑπʼ αὐτῶν κατὰ τὸ ἀναγκαῖον ἐπὶ τὰ ὅπλα χωρήσετε καὶ συμμάχους ἕξετε, ὅσοι τὰ ἑαυτῶν ἀφαιρεθέντες ἀπεγνώκασιν ἄλλως ἂν ἔτι αὐτὰ
8.5 ἢ πολεμοῦντες οὐκ ἀπολήψεσθαι. κράτιστος δʼ ὁ καιρὸς καὶ οἷος οὐκ ἕτερος ἐπιθέσθαι Ῥωμαίοις, ὃν ἡ τύχη τοῖς ἀδικουμένοις οὐδʼ ἂν ἐλπισθέντα παρεσκεύασεν, ἐν ᾧ στασιάζουσι καὶ ὑποπτεύουσιν ἀλλήλους καὶ ἡγεμόνας ἔχουσιν ἀπείρους πολέμου. ἃ μὲν οὖν ὑποτίθεσθαι ἔδει λόγοις καὶ παραινεῖν φίλοις, μετὰ πάσης εὐνοίας καὶ πίστεως εἰρημένα ὑπʼ ἐμοῦ, ταῦτʼ ἐστίν, ἃ δὲ παρʼ αὐτὰ τὰ ἔργα ἑκάστοτε προορᾶσθαί τε καὶ μηχανᾶσθαι δεήσει, τοῖς ἡγεμόσι τῆς δυνάμεως ἐπιτρέψατε διανοεῖσθαι.
8.6 πρόθυμον γὰρ καὶ τοὐμὸν ἔσται, ἐν ᾧ ἄν με τάττητε τόπῳ, καὶ πειράσομαι μηδενὸς εἶναι χείρων μήτε στρατιώτου μήτε λοχαγοῦ μήτε ἡγεμόνος· ἀλλὰ καταχρῆσθέ μοι λαβόντες, ὅπου ἂν μέλλω τι ὑμᾶς ὠφελήσειν, καὶ εὖ ἴστε ὅτι, εἰ πολεμῶν ὑμῖν μεγάλα βλάπτειν δυνατὸς ἦν, καὶ σὺν ὑμῖν ἀγωνιζόμενος μεγάλα δυνήσομαι ὠφελεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme