Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

83.2 ἐν ἅπασι μὲν οὖν ἔθνεσι καὶ τόποις Ἑλλήνων τε καὶ βαρβάρων φιλοῦσιν αἱ τῶν ἔξωθεν κακῶν ἀνάπαυλαι ἐμφυλίους τε καὶ ἐνδήμους ἐγείρειν πολέμους, μάλιστα δὲ τοῦτο πάσχουσιν, ὅσοι πολεμιστὴν καὶ κακόπαθον αἱροῦνται βίον ἐλευθερίας τε καὶ ἡγεμονίας πόθῳ. χαλεπαὶ γὰρ αἱ μαθοῦσαι τοῦ πλείονος ἐφίεσθαι φύσεις ἐξειργόμεναι τῶν συνήθων ἔργων καρτερεῖν· καὶ διὰ τοῦτο οἱ φρονιμώτατοι τῶν ἡγεμόνων ἀεί τινας ἐκ τῶν ἀλλοεθνῶν ἀναζωπυροῦσιν ἔχθρας, κρείττονας ἡγούμενοι τῶν ἐντοπίων πολέμων τοὺς ἀλλοδαπούς.
83.3 τότε δʼ οὖν, ὥσπερ ἔφην, κατὰ δαίμονα τοῖς ὑπάτοις συνέπεσον αἱ τῶν ὑπηκόων ἐπαναστάσεις. Οὐολοῦσκοι γάρ, εἴτε τῇ πολιτικῇ Ῥωμαίων κινήσει πιστεύσαντες ὡς ἐκπεπολεμωμένου τοῦ δημοτικοῦ πρὸς τοὺς ἐν τέλει, εἴτε τῆς προτέρας ἥττης ἀμαχητὶ γενομένης αἰσχύνῃ παροξυνθέντες, εἴτʼ ἐπὶ ταῖς ἑαυτῶν δυνάμεσι πολλαῖς οὔσαις μέγα φρονήσαντες,
83.4 εἴτε διὰ ταῦτα πάντα πολεμεῖν Ῥωμαίοις διέγνωσαν, καὶ συναγαγόντες ἐξ ἁπάσης πόλεως τὴν νεότητα, μέρει μέν τινι τῆς δυνάμεως ἐπὶ τὰς Ἑρνίκων τε καὶ Λατίνων πόλεις ἐστράτευσαν, τῇ δὲ λοιπῇ, ἣ πλείστη τʼ ἦν καὶ κρατίστη, τοὺς ἐπὶ τὰς πόλεις σφῶν ἥξοντας δέχεσθαι ἤμελλον. ταῦτα μαθοῦσι Ῥωμαίοις ἔδοξε διχῇ νέμειν τὰς δυνάμεις καὶ τῇ μὲν ἑτέρᾳ τὴν Ἑρνίκων τε καὶ Λατίνων διὰ φυλακῆς ἔχειν, τῇ δʼ ἑτέρᾳ τὴν Οὐολούσκων λεηλατεῖν.
84.1 διακληρωσαμένων δὲ τῶν ὑπάτων τὰς δυνάμεις, ὡς ἔστιν αὐτοῖς ἔθος, τὸ μὲν ἐπικουρεῖν μέλλον τοῖς συμμάχοις στράτευμα Καίσων Φάβιος παρέλαβε, θάτερον δὲ Λεύκιος ἔχων ἐπὶ τὴν Ἀντιατῶν ἦγε πόλιν. γενόμενος δὲ πλησίον τῶν ὁρίων καὶ κατιδὼν τὰς τῶν πολεμίων δυνάμεις, τότε μὲν ἀντικατεστρατοπέδευσεν ἐπὶ λόφου, ταῖς δʼ ἑξῆς ἡμέραις ἐξιόντων εἰς τὸ πεδίον τῶν πολεμίων θαμινὰ καὶ προκαλουμένων εἰς μάχην, ἡνίκα τὸν οἰκεῖον ἔχειν καιρὸν ὑπελάμβανεν, ἐξῆγε τὰς δυνάμεις· καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν παρακλήσει τε πολλῇ καὶ ἐπικελεύσει χρησάμενος, ἐκέλευσε σημαίνειν τὸ πολεμικόν· καὶ οἱ στρατιῶται τὸ σύνηθες ἀλαλάξαντες ἀθρόοι κατὰ σπείρας τε καὶ κατὰ λόχους συνέβαλλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme