Book 8
84.2
ὡς δὲ τὰς λόγχας καὶ τὰ σαυνία καὶ ὅσα εἶχον ἑκηβόλα ἐξανάλωσαν, σπασάμενοι τὰ ξίφη συρράττουσιν ἀλλήλοις ἴσῃ τόλμῃ τε καὶ ἐπιθυμίᾳ τοῦ ἀγῶνος ἑκάτεροι χρώμενοι· ἦν τε, ὡς καὶ πρότερον ἔφην, παραπλήσιος αὐτοῖς ὁ τοῦ ἀγῶνος τρόπος, καὶ οὔτε ἡ σοφία καὶ ἡ ἐμπειρία Ῥωμαίων περὶ τὰς μάχας, ᾗ χρώμενοι τὰ πολλὰ ἐπεκράτουν, οὔτε τὸ καρτερικὸν καὶ ταλαίπωρον ἐν τοῖς πόνοις διὰ πολλῶν ἠσκημένον ἀγώνων ἐπεκράτει· τὰ γὰρ αὐτὰ καὶ περὶ τοὺς πολεμίους ἦν, ἐξ οὗ Μάρκιον ἡγεμόνα Ῥωμαίων οὐ τὸν ἀφανέστατον στρατηλάτην ἔσχον· ἀλλʼ ἀντεῖχον ἑκάτεροι τῆς χώρας, ἐν ᾗ τὸ πρῶτον ἔστησαν οὐχ ὑφιέμενοι.
84.3
ἔπειτα κατὰ μικρὸν οἱ Οὐολοῦσκοι ὑπεχώρουν ἐν κόσμῳ τε καὶ τάξει δεχόμενοι τοὺς Ῥωμαίους. στρατήγημα δὲ τοῦτʼ ἦν, ἵνα διασπάσωσί τʼ αὐτῶν τὰς τάξεις καὶ ἐξ ὑπερδεξιοῦ γένωνται χωρίου.
85.1
οἱ δʼ ὑπολαβόντες αὐτοὺς ἄρχειν φυγῆς ἠκολούθουν βάδην μὲν ἀπιοῦσι καὶ αὐτοὶ σὺν κόσμῳ ἑπόμενοι, ἐπειδὴ δὲ δρόμῳ χωροῦντας ἐπὶ τὸν χάρακα ἐθεάσαντο, ταχείᾳ καὶ αὐτοὶ διώξει καὶ ἀσυντάκτῳ χρώμενοι. οἱ δὲ δὴ τελευταῖοί τε καὶ ὀπισθοφυλακοῦντες λόχοι νεκρούς τʼ ἐσκύλευον, ὡς κεκρατηκότες ἤδη τῶν πολεμίων, καὶ ἐφʼ ἁρπαγὴν τῆς χώρας ἐτράποντο.
85.2
μαθόντες δʼ οἱ Οὐολοῦσκοι ταῦτʼ οἵ τε δόξαν παρασχόντες φυγῆς, ἐπειδὴ τοῖς ἐρύμασι τοῦ χάρακος ἐπλησίασαν, ὑποστραφέντες ἔστησαν, καὶ οἱ καταλειφθέντες ἐν τῷ στρατοπέδῳ τὰς πύλας ἀναπετάσαντες ἐξέδραμον ἀθρόοι κατὰ πολλὰ μέρη· γίνεταί τʼ αὐτῶν παλίντροπος ἡ μάχη· οἱ μὲν γὰρ διώκοντες ἔφευγον, οἱ δὲ φεύγοντες ἐδίωκον. ἔνθα πολλοὶ καὶ ἀγαθοὶ Ῥωμαίων θνήσκουσιν οἷα εἰκὸς ὠθούμενοι κατὰ πρανοῦς χωρίου καὶ ὑπὸ πολλῶν ὀλίγοι κυκλωθέντες.