Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

14.2 Φάβιος μὲν Αἰκανοῖς πολεμήσων προνομεύουσι τοὺς Λατίνων ἀγρούς, Οὐεργίνιος δὲ Οὐιεντανοῖς. Αἰκανοὶ μὲν οὖν ἐπειδὴ στρατὸν ἐλευσόμενον ἐπʼ αὐτοὺς ἔγνωσαν, ἀναστάντες ἐκ τῆς πολεμίας διὰ τάχους ἀπῆλθον εἰς τὰς ἑαυτῶν πόλεις· καὶ μετὰ ταῦτα λεηλατουμένης τῆς σφετέρας γῆς ἠνείχοντο, ὥστε πολλῶν κρατῆσαι χρημάτων τὸν ὕπατον καὶ σωμάτων καὶ τῆς ἄλλης λείας ἐξ ἐφόδου. Οὐιεντανοὶ δὲ κατʼ ἀρχὰς ἐντὸς τείχους μένοντες, ἐπειδὴ καιρὸν ἔχειν ἔδοξαν ἐπιτήδειον, ἐπέθεντο τοῖς πολεμίοις ἐσκεδασμένοις ἀνὰ τὰ πεδία καὶ πρὸς ἁρπαγὴν τετραμμένοις τῆς λείας.
14.3 ἔχοντες δὲ πολλὴν καὶ συντεταγμένην δύναμιν ἐμβάλλουσιν εἰς αὐτούς, καὶ τήν τε λείαν ἀφαιροῦνται, καὶ τοὺς ὁμόσε χωροῦντας, οὓς μὲν ἀποκτείνουσιν, οὓς δʼ εἰς φυγὴν τρέπουσι· καὶ εἰ μὴ Τῖτος Σίκκιος πρεσβευτὴς τότʼ ὢν στίφει συντεταγμένῳ πεζῶν τε καὶ ἱππέων παραβοηθήσας ἐπέσχεν αὐτούς, οὐδὲν ἂν τὸ κωλῦσον ἦν ἅπασαν ἀπολέσθαι τὴν στρατιάν. ἐκείνου δʼ ἐμποδὼν γενομένου συνελθεῖν ἔφθασαν οἱ λοιποὶ οἱ καθʼ ἕνα διεσκεδασμένοι· πάντες δʼ ἐν ταὐτῷ γενόμενοι λόφον τινὰ καταλαμβάνονται περὶ δείλην ὀψίαν, καὶ τὴν ἐπιοῦσαν νύκτα ἐν τούτῳ ἔμειναν.
14.4 ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα. γίνεταί τʼ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τʼ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους· καὶ πάντα ἦν μεστὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme