Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

26.4 ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλʼ ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθʼ ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ. ὡς δʼ ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς. οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο.
26.5 μαθὼν δὲ Οὐεργίνιος, ἐν οἵαις ἦν τύχαις ἡ τὸ ἀριστερὸν κέρας κατέχουσα στρατιά, πᾶσαν ἔχων τὴν δύναμιν ἐν τάξει πλαγίαν ἦγε διὰ τοῦ ὄρους ὁδόν. γενόμενος δὲ κατὰ νώτου τῶν διωκόντων τοὺς σφετέρους, μέρος μέν τι ταύτῃ καταλείπει τῆς στρατιᾶς κωλύσεως ἕνεκεν τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησόντων, τὸ δὲ λοιπὸν αὐτὸς ἄγων ἐπεφέρετο τοῖς πολεμίοις. ἐν δὲ τούτῳ καὶ οἱ μετὰ τοῦ Σερουιλίου θαρσήσαντες τῇ παρουσίᾳ τῶν σφετέρων ὑποστρέφουσί τε καὶ καταστάντες ἐμάχοντο. κυκλωθέντες δʼ ὑπʼ ἀμφοῖν οἱ Τυρρηνοὶ καὶ οὔτε πρόσω διεκπορευθῆναι δυνάμενοι διὰ τοὺς ὁμόσε χωροῦντας, οὔτʼ ὀπίσω φεύγειν ἐπὶ τὸν χάρακα διὰ τοὺς κατόπιν ἐπιόντας, οὐκ ἀνάνδρως,
26.6 ἀτυχῶς δʼ οἱ πλείους κατεκόπησαν. γενομένης δʼ οἰκτρᾶς νίκης περὶ τοὺς Ῥωμαίους, καὶ οὐ παντάπασιν εὐτυχὲς τέλος εἰληφότος τοῦ ἀγῶνος οἱ μὲν ὕπατοι πρὸ τῶν νεκρῶν καταστρατοπεδευσάμενοι τὴν ἐπιοῦσαν νύκτα ηὐλίσαντο, οἱ δὲ κατέχοντες τὸ Ἰάνικλον Τυρρηνοί, ἐπειδὴ οὐδεμία παρὰ τῶν οἴκοθεν ἤρχετο ἐπικουρία, καταλιπεῖν ἔκριναν τὸ φρούριον, καὶ ἀναστρατοπεδεύσαντες νυκτὸς ἀπῆραν εἰς τὴν Οὐιεντανῶν πόλιν ἐγγυτάτω σφίσι τῶν Τυρρηνίδων πόλεων κειμένην.
26.7 τοῦ δὲ χάρακος αὐτῶν οἱ Ῥωμαῖοι κρατήσαντες τά τε χρήματα διαρπάζουσιν, ὅσα ὑπελείποντο ἀδύνατα ὄντα ἐν φυγῇ φέρεσθαι, καὶ τραυματίας λαμβάνουσι πολλούς, τοὺς μὲν ἐν ταῖς σκηναῖς ἀπολειφθέντας, τοὺς δʼ ἀνὰ τὴν ὁδὸν ἅπασαν ἐστρωμένους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme