Book 9
32.4
ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι. αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων. ὃ μὰ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλʼ ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπʼ ἀνέμων ἄλλων ἐπʼ ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε. τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον· ὅταν μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν δʼ εἰρήνην ἄγωμεν, τοὺς φίλους. καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθʼ εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶ
32.5
τοῦθʼ ἓν ἐξ αὐτῶν ὑπολαμβάνετʼ εἶναι; εἰ δὲ μηδὲν ἁπλῶς τὴν βουλὴν τῶν δεόντων οἴεσθε φρονεῖν, ἀλλʼ αἰσχρῶς καὶ κακῶς τὴν πόλιν ἐπιτροπεύειν, τί δή ποτʼ οὐχὶ μεταστησάμενοι αὐτὴν ἀθρόαν, αὐτοὶ ἄρχετε καὶ βουλεύετε καὶ τοὺς ὑπὲρ τῆς ἡγεμονίας πολέμους ἐκφέρετε, ἀλλὰ περικνίζετε αὐτὴν καὶ κατὰ μικρὰ διαλύετε τοὺς ἐπιφανεστάτους ἀναρπάζοντες ἐν ταῖς δίκαις; ἄμεινον γὰρ ἦν ἅπασιν ἡμῖν κοινῇ πολεμεῖσθαι, ἢ
32.6
καθʼ ἕνα ἕκαστον ἰδίᾳ συκοφαντεῖσθαι. ἀλλὰ γὰρ οὐχ ὑμεῖς αἴτιοι τούτων, ὥσπερ ἔφην, ἀλλʼ οἱ συνταράττοντες ὑμᾶς δημαγωγοὶ οὔτʼ ἄρχεσθαι ὑπομένοντες οὔτʼ ἄρχειν εἰδότες. καὶ ὅσον μὲν ἐπὶ τῇ τούτων ἀφροσύνῃ τε καὶ ἀπειρίᾳ πολλάκις ἂν ὑμῖν τόδε τὸ σκάφος ἀνετράπη, νῦν δʼ ἡ τὰ τούτων σφάλματα ἐπανορθοῦσα καὶ ἐν ὀρθῇ παρέχουσα ὑμῖν τῇ πόλει πλεῖν, ἡ πλεῖστα δεινὰ ὑπʼ αὐτῶν ἀκούουσά ἐστι βουλή.
32.7
ταῦτʼ εἴθʼ ἡδέα ἐστὶν ὑμῖν ἀκούειν εἴτʼ ἀνιαρά, μετὰ πάσης ἀληθείας εἴρηταί μοι καὶ τετόλμηται· καὶ μᾶλλον αἱροίμην ἂν παρρησίᾳ συμφερούσῃ τῷ κοινῷ χρώμενος ἀποθανεῖν, ἢ τὰ πρὸς ἡδονὴν ὑμῖν λέγων σεσῶσθαι.