Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

34.2 οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι.
34.3 ἔφθασε δὲ τὴν ἐπιχείρησιν αὐτῶν ὁ Οὐαλέριος, ἐν ᾧ ἔτι ἔμελλον ἐκεῖνοι καὶ τοὺς ὑστερίζοντας συμμάχους ἀνέμενον, αὐτὸς ἀγαγὼν Ῥωμαίων τὴν κρατίστην ἀκμὴν καὶ τὸ παρὰ τῶν συμμάχων ἐπικουρικόν, οὐκ ἐκ τοῦ φανεροῦ ποιησάμενος τὴν ἔξοδον, ἀλλʼ ὡς μάλιστα λήσεσθαι αὐτοὺς ἔμελλε. προελθὼν γὰρ ἐκ τῆς Ῥώμης περὶ δείλην ὀψίαν καὶ διαβὰς τὸν Τέβεριν οὐ μακρὰν ἀποσχὼν τῆς πόλεως κατεστρατοπέδευσεν· ἔπειτʼ ἀναστήσας τὴν στρατιὰν περὶ μέσας νύκτας ἦγεν ἐν τάχει, καὶ πρὶν ἡμέραν γενέσθαι θατέρῳ χάρακι τῶν πολεμίων ἐπέβαλε.
34.4 δύο γὰρ ἦν στρατόπεδα χωρὶς μὲν τὸ Τυρρηνῶν, ἑτέρωθι δὲ τὸ Σαβίνων, οὐ διὰ μακροῦ ἀλλήλων ἀπέχοντα. πρώτῃ δὲ προσαγαγὼν τὴν δύναμιν τῇ Σαβίνων στρατοπεδείᾳ, καθυπνωμένων ἔτι τῶν πλείστων καὶ οὐδεμιᾶς οὔσης ἀξιολόγου φυλακῆς, οἷα ἐν φιλίᾳ τε γῇ καὶ κατὰ πολλὴν ὑπεροψίαν τῶν πολεμίων οὐδαμῇ ἀγγελλομένων, ἐξ ἐφόδου γίνεται ταύτης ἐγκρατής. τῶν δʼ ἀνθρώπων οἱ μὲν ἐν ταῖς κοίταις ἔτι ὄντες κατεσφάγησαν, οἱ δʼ ἀνιστάμενοι ἀρτίως καὶ τὰ ὅπλα ἐνδυόμενοι, οἱ δʼ ὡπλισμένοι μέν, σποράδες δὲ καὶ οὐκ ἐν τάξει ἀμυνόμενοι, οἱ δὲ πλεῖστοι φεύγοντες ἐπὶ τὸν ἕτερον χάρακα ὑπὸ τῶν ἱππέων καταλαμβανόμενοι διεφθάρησαν.
35.1 τοῦτον δὲ τὸν τρόπον ἁλόντος τοῦ τῶν Σαβίνων χάρακος ἦγε τὴν δύναμιν ὁ Οὐαλέριος ἐπὶ τὸν ἕτερον, ἔνθα ἦσαν οἱ Οὐιεντανοὶ χωρίον οὐ πάνυ ἐχυρὸν κατειληφότες. λαθεῖν μὲν οὖν οὐκέτι ἐνεδέχετο τοὺς προσιόντας τῷ χάρακι· ἡμέρα τε γὰρ ἦν ἤδη λαμπρά, καὶ τῶν Σαβίνων οἱ φυγόντες ἀπήγγειλαν τοῖς Τυρρηνοῖς τήν θʼ αὑτῶν συμφορὰν καὶ τὴν ἐπʼ ἐκείνους ἔλασιν· ἀναγκαῖον δʼ ἦν ἐκ τοῦ καρτεροῦ τοῖς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme