Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

45.1 εἰ μὲν οὖν, ἔφη, ἥδε ἡ ἀρχὴ μεθʼ ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων· νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτʼ ἢ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς; ὥστε περίεστιν ἡμῖν ἴασιν καὶ ἀλεξήματα τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς
45.2 πονηρᾶς ῥίζης. οὐ γὰρ ἔσται πέρας οὐδʼ ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἕως ἂν ἥδε ἡ βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά. ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δʼ ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω· οὔθʼ ὅδε ὁ νόμος οὔτʼ ἄλλος οὐδείς, ὃν οὐχ ἡ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδʼ ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι· καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε.
46.1 Ἄππιος μὲν δὴ ταῦτʼ εἶπεν, ἐκ δὲ τῶν δημάρχων ὁ πρεσβύτατος καὶ πλείστου ἀξιώματος τυγχάνων, Γάιος Λαιτώριος, ἀνὴρ ἔν τε τοῖς πολέμοις ἐγνωσμένος εἶναι ψυχὴν οὐ κακὸς καὶ τὰ πολιτικὰ πράττειν οὐκ ἀδύνατος, ἀνίσταται πρὸς ταῦτʼ ἀπολογησόμενος· καὶ διῆλθεν ὑπὲρ τοῦ δήμου λόγον πολὺν ἀπὸ τῶν ἄνωθεν ἀρξάμενος· ὡς πολλὰς μὲν καὶ χαλεπὰς στρατείας οἱ βλασφημούμενοι πρὸς αὐτοῦ πένητες ἐστρατεύσαντο, οὐ μόνον ἐπὶ τῶν βασιλέων, ὅτε τὴν ἀνάγκην ἄν τις ᾐτιάσατο, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνων ἐκβολὴν ἐλευθερίαν κτώμενοι τῇ πατρίδι καὶ ἡγεμονίαν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme