Book 9
50.6
ὡς δʼ ἐν τῇ φιλίᾳ ἐγένοντο, συναγαγὼν εἰς ἐκκλησίαν αὐτοὺς ὁ ὕπατος καὶ πολλὰ ὀνειδίσας ἔφη χρήσεσθαι τῇ κατὰ τῶν λιποτακτῶν κολάσει. καὶ πολλὰ δεομένων τῶν πρεσβευτῶν καὶ τῶν ἄλλων τῶν ἐν τέλει μετριάσαι, καὶ μὴ συμφορὰν ἐπὶ συμφορᾷ προσθεῖναι τῇ πόλει, λόγον οὐδενὸς αὐτῶν ποιησάμενος ἐκύρωσε τὴν κόλασιν.
50.7
καὶ μετὰ τοῦθʼ οἱ λοχαγοί τε, ὧν οἱ λόχοι ἔφυγον, καὶ οἱ πρόμαχοι τῶν σημείων, ὅσοι τὰ σημεῖα ἀπολωλέκεσαν, οἱ μὲν πελέκει τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ ξύλοις παιόμενοι διεφθάρησαν· ἐκ δὲ τοῦ ἄλλου πλήθους ἀπὸ δεκάδος ἑκάστης εἷς ἀνὴρ ὁ λαχὼν κλήρῳ πρὸ τῶν ἄλλων ἀπέθνησκεν. αὕτη Ῥωμαίοις πάτριός ἐστι κατὰ τῶν λιπόντων τὰς τάξεις ἢ προεμένων τὰς σημαίας ἡ κόλασις. καὶ μετὰ ταῦτʼ αὐτός τε μισούμενος ὁ στρατηγὸς καὶ τῆς στρατιᾶς ὅσον ἔτι περιῆν κατηφὲς καὶ ἄτιμον ἐπαγόμενος, τῶν ἀρχαιρεσίων καθηκόντων ἀνέστρεψεν εἰς τὴν πατρίδα.
51.1
ἀποδειχθέντων δὲ μετʼ ἐκείνους ὑπάτων Λευκίου Οὐαλερίου τὸ δεύτερον καὶ Τιβερίου Αἰμιλίου βραχύν τινα χρόνον ἐπισχόντες οἱ δήμαρχοι τὸν ὑπὲρ κληρουχίας πάλιν εἰσῆγον λόγον· καὶ προσιόντες τοῖς ὑπάτοις ἠξίουν βεβαιῶσαι τῷ δήμῳ τὰς ὑποσχέσεις, ἃς ἐποιήσατο ἡ βουλὴ Σπορίου Κασσίου καὶ Πρόκλου Οὐεργινίου ὑπατευόντων, δεόμενοί τε καὶ λιπαροῦντες.
51.2
καὶ οἱ ὕπατοι αὐτοῖς συνελάμβανον ἀμφότεροι, Τιβέριος μὲν Αἰμίλιος κότον τινὰ παλαιὸν εἰς τὴν βουλὴν οὐκ ἄλογον ἀναφέρων, ὅτι τῷ πατρὶ αὐτοῦ θρίαμβον αἰτουμένῳ κατάγειν οὐκ ἐπέτρεψεν, ὁ δὲ Οὐαλέριος ἀποθεραπεῦσαι τοῦ δήμου τὴν ὀργὴν βουλόμενος, ἣν εἶχε πρὸς αὐτὸν ἐπὶ τῷ Σπορίου Κασσίου θανάτῳ, ὃν ἀπέκτεινεν ὡς ἐπιχειροῦντα βασιλείᾳ ταμίας τότʼ ὢν Οὐαλέριος, ἄνδρα τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν γενομένων ἐπιφανέστατον ἐν ἡγεμονίαις τε πολέμων καὶ πολιτικαῖς πράξεσιν, ὃς καὶ τὸ περὶ τῆς κληρουχίας πολίτευμα πρῶτος εἰσήγαγεν εἰς τὴν πόλιν, καὶ διʼ αὐτὸ μάλιστα ὑπὸ τῶν πατρικίων, ὡς δῆμον ἀναιρούμενος πρὸ αὐτῶν, ἐμισήθη.