Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

52.1 ταῦτʼ εἰπόντος Αἰμιλίου δεύτερος κληθεὶς Ἄππιος Κλαύδιος, ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει, τὴν ἐναντίαν γνώμην ἀπεφήνατο διδάσκων, ὡς οὔθʼ ἡ βουλὴ διανεῖμαι τὰ δημόσια προαίρεσιν ἔσχε· πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντʼ αὐτῇ τέλος· ἀλλʼ εἰς χρόνον καὶ διάγνωσιν ἑτέραν ἀνεβάλετο, παῦσαι προθυμουμένη τὴν τότε κατασχοῦσαν στάσιν, ἣν εἰσῆγεν ὁ τῇ τυραννίδι ἐπιχειρῶν ὕπατος καὶ μετὰ ταῦτα δίκας δοὺς καλάς·
52.2 οὔθʼ οἱ μετὰ τὸ προβούλευμα λαχόντες ὕπατοι τέλος τοῖς ἐψηφισμένοις ἐπέθεσαν ὁρῶντες, ὅσων εἰσελεύσεται κακῶν εἰς τὴν πόλιν ἀρχὴ συνεθισθέντων τὰ κοινὰ τῶν πενήτων διαλαγχάνειν· αἵ τε μετʼ ἐκείνους πεντεκαίδεκα ὑπατεῖαι πολλῶν αὐταῖς ἐπαχθέντων ὑπὸ τοῦ δήμου κινδύνων οὐδὲν ὑπέμειναν, ὃ μὴ συνέφερε τῷ κοινῷ πράττειν, διὰ τὸ μηδʼ ἐξεῖναι σφίσι κατὰ τὸ προβούλευμα τοὺς γεωμόρους ἀποδεικνύειν,
52.3 ἀλλὰ τοῖς πρώτοις ἐκείνοις ὑπάτοις. ὥστʼ οὐδʼ ὑμῖν, ἔφησεν, ὦ Οὐαλέριε, καὶ σὺ Αἰμίλιε, γῆς ἀναδασμοὺς εἰσφέρειν, οὓς οὐκ ἐπέταξεν ὑμῖν τὸ συνέδριον, οὔτε καλῶς ἔχει, προγόνων οὖσιν ἀγαθῶν, οὔτʼ ἀσφαλῶς. καὶ περὶ μὲν τοῦ προβουλεύματος, ὡς οὐ κρατεῖσθε ὑπʼ αὐτοῦ οἱ τοσούτοις ὕστερον ὑπατεύσαντες χρόνοις,
52.4 ταῦθʼ ἱκανά. περὶ δὲ τοῦ βιασαμένους τινὰς ἢ λαθόντας σφετερίσασθαι τὰ δημόσια βραχὺς ἀπαρκεῖ μοι λόγος. εἰ γάρ τις οἶδε καρπούμενόν τινα, ὧν οὐκ ἔχει κτῆσιν ἀποδεῖξαι νόμῳ, μήνυσιν ἀπενεγκάτω πρὸς τοὺς ὑπάτους καὶ κρινάτω κατὰ τοὺς νόμους, οὓς οὐ νεωστὶ δεήσει γράφειν· πάλαι γὰρ ἐγράφησαν, καὶ οὐδεὶς αὐτοὺς ἠφάνικε χρόνος.
52.5 ἐπεὶ δὲ καὶ περὶ τοῦ συμφέροντος ἐποιεῖτο λόγους Αἰμίλιος, ὡς ἐπὶ τῷ πάντων ἀγαθῷ τῆς κληρουχίας ἐσομένης, οὐδὲ τοῦτο τὸ μέρος ἀνέλεγκτον ἐᾶσαι βούλομαι. ἐμοὶ γὰρ δοκεῖ τὸ αὐτόθι μόνον οὗτός γʼ ὁρᾶν, τὸ δὲ μέλλον οὐ προσκοπεῖν, ὅτι μικρὸν εἶναι δοκοῦν ἐπὶ τῶν δημοσίων τοῖς ἀργοῖς καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme