Book 9
59.4
ὁ δʼ ὕπατος δύο τε μηνῶν τροφὰς τῇ στρατιᾷ καὶ δύο χιτῶνας κατʼ ἄνδρα καὶ ἀργύριον εἰς ὀψωνιασμὸν ἑξαμήνου καὶ εἴ τι ἄλλο κατήπειγεν εἰσπραξάμενος, ἀνοχὰς ἐποιήσατο πρὸς αὐτούς, ἕως ἂν εἰς Ῥώμην ἀφικόμενοι παρὰ τῆς βουλῆς εὕρωνται τὰς διαλύσεις. ἡ μέντοι βουλὴ ταῦτα μαθοῦσα τῷ Φαβίῳ ἐπέτρεψεν αὐτοκράτορι διαλύσασθαι πρὸς τοὺς Αἰκανούς, ἐφʼ οἷς ἂν αὐτὸς προαιρῆται.
59.5
μετὰ τοῦτο συνθῆκαι γίνονται ταῖς πόλεσι μεσιτεύσαντος αὐτὰς τοῦ ὑπάτου τοιαίδε· Αἰκανοὺς εἶναι Ῥωμαίων ὑπηκόους πόλεις τε καὶ χώρας τὰς ἑαυτῶν ἔχοντας, ἀποστέλλειν δὲ Ῥωμαίοις μηδὲν ὅτι μὴ στρατιάν, ὅταν αὐτοῖς παραγγελῇ, τέλεσι τοῖς ἰδίοις ἐκπέμποντας αὐτάς. ταῦτα συνθέμενος ἀπῆγε τὴν δύναμιν Φάβιος καὶ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀρχὰς ἅμα τῷ συνυπάτῳ κατέστησεν.
60.1
ἦσαν δʼ ὑπʼ αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον. ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας ἀπὸ τοιαύτης αἰτίας·
60.2
Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τʼ ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν· οἷς δʼ οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον. ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον αὐτοῖς τῶν λῃστηρίων.