Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

61.4 ἦσαν ἰσόρροποι. ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθʼ ἑτέρας ὁδοὺς ἀφυλάκτους ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτʼ ἀφύλακτος ἦν· ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα. τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις.
61.5 ἔπειτα μαθὼν διὰ κατασκόπων τε καὶ αἰχμαλώτων ὁ Φάβιος ἐξεληλυθυῖαν ἐκ τοῦ χάρακος τῶν Αἰκανῶν τὴν κρατίστην δύναμιν, ἐν τῇ παρεμβολῇ καταλιπὼν τοὺς πρεσβυτάτους αὐτὸς ἐξῆλθε νύκτωρ ἱππέων ἐπαγόμενος καὶ τοῦ πεζοῦ τὸ ἀκμαιότατον. οἱ μὲν οὖν Αἰκανοὶ διηρπακότες τὰ χωρία, οἷς ἐνέβαλον, ἀπῄεσαν ἐπαγόμενοι πολλὰς ὠφελείας, ὁ δὲ Φάβιος οὐ πολὺ προελθοῦσιν αὐτοῖς ἐπιφαίνεται καὶ τήν τε λείαν ἀφαιρεῖται καὶ μάχῃ τοὺς ὑπομείναντας νικᾷ γενομένους ἄνδρας ἀγαθούς· οἱ δὲ λοιποὶ σποράδες ἐμπειρίᾳ ὁδῶν λαθόντες τοὺς διώκοντας κατέφυγον εἰς τὸν χάρακα.
61.6 ἐπεὶ δὲ ταύτῃ ἀνεκρούσθησαν οἱ Αἰκανοὶ τῇ συμφορᾷ παρὰ δόξαν σφίσι γενομένῃ, λύσαντες τὴν παρεμβολὴν ὑπὸ νύκτα ᾤχοντο καὶ οὐκέτι τὸ λοιπὸν ἐξῄεσαν ἐκ τῆς πόλεως· ἀλλʼ ἠνείχοντο σῖτόν τε, ὃς ἐν ἀκμῇ τότε ἦν, συγκομιζόμενον ὑπὸ τῶν πολεμίων καὶ ἀγέλας βοσκημάτων ἀπελαυνομένας ὁρῶντες, χρήματά τε διαρπαζόμενα καὶ αὐλὰς πυρὶ διδομένας καὶ αἰχμαλώτους πολλοὺς ἀγομένους. τοῦτο διαπραξάμενος ὁ Φάβιος, ἐπειδὴ παραδοῦναι τὰς ἀρχὰς ἑτέροις ἔδει, τὴν δύναμιν ἀναστήσας ἀπῆγε· τὸ δʼ αὐτὸ καὶ Κοίντιος ἐποίει.
62.1 ἀφικόμενοι δʼ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτʼ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme