Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

63.6 νώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπʼ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.
64.1 διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα. τοῖς δʼ ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων χεῖρας ἐλθεῖν, καλὸς ἔρως.
64.2 ἐκείνην μὲν οὖν τὴν νύκτα παρεστρατοπεδευκότων τῷ χάρακι τῶν πολεμίων ἄγρυπνοί τε οἱ Ῥωμαῖοι καὶ ἐπισκευάζοντες τὰ πεπονηκότα τοῦ χάρακος διετέλεσαν, τά τʼ ἄλλα, οἷς ἀπερύκειν ἔμελλον αὐτούς, εἰ πειραθεῖεν πάλιν τειχομαχεῖν πολλὰ καὶ παντοῖα εὐτρεπιζόμενοι. τῇ δʼ ἑξῆς αἵ τε προσβολαὶ πάλιν ἐγίνοντο, καὶ ὁ χάραξ διεσπᾶτο κατὰ πολλὰ μέρη· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐξιόντων κατὰ συστροφὰς ἐκ τοῦ χάρακος ἐξεκρούσθησαν οἱ Αἰκανοί, πολλάκις δʼ ἀνεκόπησαν ὑπʼ ἐκείνων οἱ θρασύτερον ἐπεξιόντες.
64.3 καὶ τοῦτο διʼ ὅλης τῆς ἡμέρας ἐγίνετο· ἔνθα ὅ θʼ ὕπατος ὁ τῶν Ῥωμαίων σαυνίῳ διὰ τοῦ θυρεοῦ διαπερονηθεὶς τιτρώσκεται τὸν μηρόν, καὶ ἄλλοι συχνοὶ τῶν ἐπιφανῶν, ὅσοι περὶ αὐτὸν ἐμάχοντο· ἤδη δὲ τοῖς Ῥωμαίοις ἀπειρηκόσιν ἀπροσδόκητος ἐπιφαίνεται περὶ δείλην ὀψίαν προσιὼν Κοίντιος, ἄγων τὴν ἐθελούσιον ἐπικουρίαν τῶν ἀκμαιοτάτων, οὓς ἰδόντες οἱ πολέμιοι προσιόντας ἀνέστρεφον ἀφέντες τὴν πολιορκίαν ἀτελῆ· καὶ οἱ Ῥωμαῖοι ἐπεξελθόντες αὐτοῖς ἀπιοῦσι τοὺς ὑστερίζοντας ἐφόνευον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme