Thesauros Literature History Λυσίας συρακούσιος πατρόθεν

Λυσίας συρακούσιος πατρόθεν

Λυσίας συρακούσιος πατρόθεν Dionysius of Halicarnassus
16 ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῶν ἀρετῶν τε καὶ στοιχείων λόγον, ἐρῶ νῦν καὶ περὶ τοῦ γένους τῶν ἀμφισβητημάτων ἐν οἷς ἐστι θεωρήμασιν ἡ πολιτικὴ τέχνη. τριχῇ δὲ νενεμημένου τοῦ ῥητορικοῦ λόγου καὶ τρία περιειληφότος διάφορα τοῖς τέλεσι γένη, τό τε δικανικὸν καὶ τὸ συμβουλευτικὸν καὶ τὸ καλούμενον ἐπιδεικτικὸν ἢ πανηγυρικόν, ἐν ἅπασι μὲν τούτοις ἐστὶν ὁ ἀνὴρ λόγου ἄξιος, μάλιστα δὲ ἐν τοῖς δικανικοῖς ἀγῶσι. κἀν τούτοις δὲ αὐτοῖς ἀμείνων ἐστὶ τὰ μικρὰ καὶ παράδοξα καὶ ἄπορα εἰπεῖν καλῶς, ἢ τὰ σεμνὰ καὶ μεγάλα καὶ εὔπορα δυνατῶς. ὁ βουλόμενος δὴ τὴν Λυσίου δύναμιν ἀκριβῶς καταμαθεῖν ἐκ τῶν δικανικῶν αὐτὴν μᾶλλον λόγων ἢ ἐκ τῶν πανηγυρικῶν τε καὶ συμβουλευτικῶν σκοπείτω. ἵνα δὲ καὶ περὶ τῶν ἰδεῶν ἐγγένηταί μοι τὰ προσήκοντα εἰπεῖν, ἐάσω τε ταῦτα περί τε προοιμίων καὶ διηγήσεων καὶ τῶν ἄλλων μερῶν τοῦ λόγου καὶ διαλέξομαι καὶ δηλώσω, ποῖός τίς ἐστιν ἐν ἑκάστῃ τῶν ἰδεῶν ὁ ἀνήρ. διαιρήσομαι δὲ αὐτάς, ὡς Ἰσοκράτει τε καὶ τοῖς κατʼ ἐκεῖνον τὸν ἄνδρα κοσμουμένοις ἤρεσεν, ἀρξάμενος ἀπὸ τῶν προοιμίων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme