20
τοιοῦτος μὲν δὴ ἔστιν ὁ Λυσίου χαρακτήρ, ὡς ἐγὼ δόξης ἔχω περὶ αὐτοῦ. εἰ δέ τις ἄλλα παρὰ ταῦτα ἔγνωκεν, λεγέτω· κἂν ᾖ πιθανώτερα, πολλὴν αὐτῷ χάριν εἴσομαι. ἵνα δὲ βέλτιον τῷ βουλομένῳ ἐγγένηται μαθεῖν, εἴτε ὀρθῶς ἡμεῖς ταῦτα καὶ προσηκόντως πεπείσμεθα εἴτε καὶ διημαρτήκαμεν τὴν κρίσιν, τὴν ἐξέτασιν ἐπὶ τῶν ὑπʼ ἐκείνου γραφέντων ποιήσομαι προχειρισάμενός τε ἕνα λόγον (οὐ γὰρ ἐγχωρεῖ πολλοῖς χρῆσθαι παραδείγμασιν) ἐξ ἐκείνου τήν τε προαίρεσιν καὶ τὴν δύναμιν τοῦ ἀνδρὸς ἐπιδείξομαι, ἀποχρῆν οἰόμενος ψυχαῖς εὐπαιδεύτοις καὶ μετρίαις μικρά τε μεγάλων καὶ ὀλίγα πολλῶν γενέσθαι δείγματα. ἔστι δὲ ὁ λόγος ἐκ τῶν ἐπιτροπικῶν, ἐπιγραφόμενος κατὰ Διογείτονος, ὑπόθεσιν δὲ ἔχων τοιάνδε·
21
Διόδοτος, εἷς τῶν μετὰ Θρασύλλου καταλεγέντων ἐν τῷ Πελοποννησιακῷ πολέμῳ, μέλλων ἐκπλεῖν εἰς τὴν Ἀσίαν ἐπὶ Γλαυκίππου ἄρχοντος, ἔχων νήπια παιδία, διαθήκας ἐποιήσατο καταλιπὼν αὐτοῖς ἐπίτροπον τὸν ἑαυτοῦ μὲν ἀδελφὸν Διογείτονα, τῶν δὲ παιδίων θεῖόν τε καὶ πάππον ἀπὸ μητρός. αὐτὸς μὲν οὖν ἐν Ἐφέσῳ μαχόμενος ἀποθνῄσκει, Διογείτων δὲ πᾶσαν τὴν οὐσίαν τῶν ὀρφανῶν διαχειρισάμενος καὶ ἐκ πολλῶν πάνυ χρημάτων οὐδὲν ἀποδείξας αὐτοῖς, ἔτι περιὼν κατηγορεῖται πρὸς ἑνὸς τῶν μειρακίων δοκιμασθέντος κακῆς ἐπιτροπῆς. λέγει δὲ κατʼ αὐτοῦ τὴν δίκην ὁ τῆς ἐκείνου μὲν θυγατριδῆς τῶν δὲ μειρακίων ἀδελφῆς ἀνήρ.
22
προὔλαβον δὲ τὴν ὑπόθεσιν, ἵνα μᾶλλον γένηται καταφανές, εἰ μετρίᾳ καὶ προσηκούσῃ ἀρχῇ κέχρηται·