Thesauros Literature History Λυσίας συρακούσιος πατρόθεν

Λυσίας συρακούσιος πατρόθεν

Λυσίας συρακούσιος πατρόθεν Dionysius of Halicarnassus
4 τρίτην ἀρετὴν ἀποφαίνομαι περὶ τὸν ἄνδρα τὴν σαφήνειαν οὐ μόνον τὴν ἐν τοῖς ὀνόμασιν, ἀλλὰ καὶ τὴν ἐν τοῖς πράγμασιν· ἔστι γάρ τις καὶ πραγματικὴ σαφήνεια οὐ πολλοῖς γνώριμος. τεκμαίρομαι δέ, ὅτι τῆς μὲν Θουκυδίδου λέξεως καὶ Δημοσθένους, οἳ δεινότατοι πράγματα ἐξειπεῖν ἐγένοντο, πολλὰ δυσείκαστά ἐστιν ἡμῖν καὶ ἀσαφῆ καὶ δεόμενα ἐξηγητῶν. ἡ δὲ Λυσίου λέξις ἅπασά ἐστι φανερὰ καὶ σαφὴς καὶ τῷ πάνυ πόρρω δοκοῦντι πολιτικῶν ἀφεστάναι λόγων. καὶ εἰ μὲν διʼ ἀσθένειαν δυνάμεως ἐγίνετο τὸ σαφές, οὐκ ἄξιον ἦν αὐτὸ ἀγαπᾶν, νῦν δὲ ὁ πλοῦτος τῶν κυρίων ὀνομάτων ἐκ πολλῆς αὐτῷ περιουσίας ἀποδείκνυται ταύτην τὴν ἀρετήν. ὥστε καὶ τὴν σαφήνειαν αὐτοῦ ζηλοῦν ἄξιον. καὶ μὴν τό γε βραχέως ἐκφέρειν τὰ νοήματα μετὰ τοῦ σαφῶς, χαλεποῦ πράγματος ὄντος φύσει τοῦ συναγαγεῖν ἄμφω ταῦτα καὶ κεράσαι μετρίως, ᾗ μάλιστα οὐδενὸς ἧττον τῶν ἄλλων ἀποδείκνυται Λυσίας, ὅς γε οὐδὲν τοῖς διὰ χειρὸς ἔχουσι τὸν ἄνδρα οὔτε ἀκαιρολογίας οὔτε ἀσαφείας δόξειεν ἂν λαβεῖν. τούτου δὲ αἴτιον, ὅτι οὐ τοῖς ὀνόμασι δουλεύει τὰ πράγματα παρʼ αὐτῷ, τοῖς δὲ πράγμασιν ἀκολουθεῖ τὰ ὀνόματα, τὸν δὲ κόσμον οὐκ ἐν τῷ διαλλάττειν τὸν ἰδιώτην, ἀλλʼ ἐν τῷ μιμήσασθαι λαμβάνει.
5 καὶ οὐκ ἐπὶ μὲν τῆς ἑρμηνείας τοιοῦτός ἐστιν, ἐν δὲ τοῖς πράγμασιν ἄκαιρός τις καὶ μακρός, συνέστραπται δὲ εἴ τις καὶ ἄλλος καὶ πεπύκνωται τοῖς νοήμασι, καὶ τοσούτου δεῖ τῶν οὐκ ἀναγκαίων τι λέγειν, ὥστε καὶ πολλὰ καὶ τῶν χρησίμων ἂν δόξειε παραλιπεῖν, οὐ μὰ Δία ἀσθενείᾳ εὑρέσεως αὐτὸ ποιῶν, ἀλλὰ συμμετρήσει τοῦ χρόνου, πρὸς ὃν ἔδει γενέσθαι τοὺς λόγους. βραχύς γε μὴν οὗτος, ὡς μὲν ἰδιώτῃ δηλῶσαι βουλομένῳ τὰ πράγματα ἀποχρῶν, ὡς δὲ ῥήτορι περιουσίαν δυνάμεως ἐνδείξασθαι ζητοῦντι οὐχ ἱκανός. μιμητέον δὴ καὶ τὴν βραχύτητα τὴν Λυσίου· μετριωτέρα γὰρ οὐκ ἂν εὑρεθείη παρʼ ἑτέρῳ ῥήτορι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme