6
μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίᾳ πάνυ θαυμαστήν, ἧς Θεόφραστος μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δʼ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ (λέγω δʼ ὡς ἐν ἀκμῇ κοινῇ βίου γενομένων ἀμφοῖν), καὶ εἰ μὴ τοῦτο δοθείη, τῷ γέ τοι περὶ τοὺς ἀληθινοὺς ἀγῶνας ἐκείνου μᾶλλον τετρῖφθαι. οὐ μέντοι διαβεβαιοῦμαί γε, ὁπότερος ἦρξε τῆς ἀρετῆς ταύτης, κατὰ τὸ παρόν, ἀλλʼ ὅτι Λυσίας μᾶλλον ἐν αὐτῇ διήνεγκεν, τοῦτο θαρρῶν ἂν ἀποφηναίμην. τίς δʼ ἐστὶν ἥν φημι ἀρετήν; ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι. ταύτην ὀλίγοι μὲν ἐμιμήσαντο, Δημοσθένης δὲ καὶ ὑπερεβάλετο πλὴν οὐχ οὕτως γε λευκῶς οὐδὲ ἀφελῶς ὥσπερ Λυσίας χρησάμενος αὐτῇ, ἀλλὰ περιέργως καὶ πικρῶς· λεγέσθω γάρ, ὡς ἐμοὶ φαίνεται. ὑπὲρ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.
7
ἔχει δὲ καὶ τὴν ἐνάργειαν πολλὴν ἡ Λυσίου λέξις. αὕτη δʼ ἐστὶ δύναμίς τις ὑπὸ τὰς αἰσθήσεις ἄγουσα τὰ λεγόμενα, γίγνεται δʼ ἐκ τῆς τῶν παρακολουθούντων λήψεως. ὁ δὴ προσέχων τὴν διάνοιαν τοῖς Λυσίου λόγοις οὐχ οὕτως ἔσται σκαιὸς ἢ δυσάρεστος ἢ βραδὺς τὸν νοῦν, ὃς οὐχ ὑπολήψεται γινόμενα τὰ δηλούμενα ὁρᾶν. καὶ ὥσπερ παροῦσιν οἷς ἂν ὁ ῥήτωρ εἰσάγῃ προσώποις ὁμιλεῖν. ἐπιζητήσει τε οὐθέν, οἷον εἰκὸς τοὺς μὲν ἂν δρᾶσαι, τοὺς δὲ παθεῖν, τοὺς δὲ διανοηθῆναι, τοὺς δὲ εἰπεῖν. κράτιστος γὰρ δὴ πάντων ἐγένετο ῥητόρων φύσιν ἀνθρώπων κατοπτεῦσαι καὶ τὰ προσήκοντα ἑκάστοις ἀποδοῦναι πάθη τε καὶ ἤθη καὶ ἔργα.