10
ἔχων δὲ πολλοὺς αὐτοῦ καὶ ἄλλους διεξιέναι λόγους πρὸς πόλεις τε καὶ δυνάστας καὶ ἰδιώτας γραφέντας, ὧν οἳ μὲν εἰς ὁμόνοιαν καὶ σωφροσύνην τὰ πλήθη παρακαλοῦσιν, οἳ δὲ εἰς μετριότητα καὶ νόμιμον ἀρχὴν τοὺς δυνάστας προάγουσιν, οἳ δὲ κοσμίους τῶν ἰδιωτῶν ἀπεργάζονται τοὺς βίους, ἃ δεῖ πράττειν ἕκαστον ὑποτιθέμενοι, δεδοικὼς μὴ πέρα τοῦ δέοντος ὁ λόγος ἐκμηκυνθῇ μοι, ταῦτα μὲν ἐάσω, τοῦ δʼ εὐπαρακολούθητα γενέσθαι μοι μᾶλλον τὰ πρόσθεν εἰρημένα, καὶ τῆς διαφορᾶς ἕνεκα, ᾗ διαλλάττει Λυσίου, τὰς ἀρετὰς αὐτῶν εἰς βραχύτερον συναγαγὼν λόγον ἐπὶ τὰ παραδείγματα μεταβήσομαι.
11
πρώτην μὲν τοίνυν ἔφην ἀρετὴν εἶναι λόγων τὴν καθαρὰν ἑρμηνείαν, ἐν ᾗ διαλλαγὴν οὐδεμίαν εὕρισκον παρʼ οὐδετέρῳ. ἔπειτα τὴν ἀκρίβειαν τὴν διαλέκτου τῆς τότε συνήθους· καὶ ταύτην ἑώρων ὁμοίαν παρʼ ἀμφοτέροις. μετὰ ταῦτα ἐπελογιζόμην, ὅτι τοῖς κυρίοις καὶ συνήθεσι καὶ κοινοῖς ὀνόμασιν ἀμφότεροι κέχρηνται, ἡ δὲ Ἰσοκράτους λέξις προσλαβοῦσά τι τῆς τροπικῆς κατασκευῆς μέχρι τοῦ μὴ λυπῆσαι προῆλθεν. τῆς σαφηνείας καὶ τῆς ἐναργείας ἀμφοτέρους κρατεῖν ἀπεφηνάμην, ἐν δὲ τῷ συντόμως ἐκφέρειν τὰ νοήματα Λυσίαν μᾶλλον ἡγούμην ἐπιτυγχάνειν. περὶ τὰς αὐξήσεις Ἰσοκράτη κατορθοῦν ἄμεινον ἐδόκουν. ἐν τῷ συστρέφειν τὰ νοήματα καὶ στρογγύλως ἐκφέρειν ὡς πρὸς ἀληθινοὺς ἀγῶνας ἐπιτήδειον Λυσίαν ἀπεδεχόμην. ἐν ταῖς ἠθοποιίαις ἀμφοτέρους εὕρισκον δεξιούς, τῆς δὲ χάριτος καὶ τῆς ἡδονῆς ἀναμφιλόγως ἀπεδίδουν τὰ πρωτεῖα Λυσίᾳ. τὸ μεγαλοπρεπὲς ἑώρων παρʼ Ἰσοκράτει. τοῦ πιθανοῦ καὶ πρέποντος οὐδέτερον ἐδόκουν ἀπολείπεσθαι. ἐν τῇ συνθέσει τῶν ὀνομάτων Λυσίαν μὲν ἀφελέστερον ἔκρινον, Ἰσοκράτην δὲ περιεργότερον, καὶ τὸν μὲν τῆς ἀληθείας πιθανώτερον εἰκαστήν, τὸν δὲ τῆς κατασκευῆς ἀθλητὴν ἰσχυρότερον.