14
τῷ γὰρ μὴ ἐν καιρῷ γίνεσθαι μηδὲ ἐν ὥρᾳ προσίστασθαί φημι ταῖς ἀκοαῖς. ἐν γοῦν τῷ πανηγυρικῷ τῷ περιβοήτῳ λόγῳ πολύς ἐστιν ἐν τοῖς τοιούτοις· πλείστων μὲν οὖν ἀγαθῶν αἰτίους καὶ μεγίστων ἐπαίνων ἀξίους ἡγοῦμαι· ἐνταῦθα γὰρ οὐ μόνον τῷ κώλῳ τὸ κῶλον ἴσον, ἀλλὰ καὶ τὰ ὀνόματα τοῖς ὀνόμασι, τῷ μὲν πλείστων τὸ μεγίστων, τῷ δʼ ἀγαθῶν τὸ ἐπαίνων, τῷ δὲ αἰτίους τὸ ἀξίους. καὶ αὖθις· οὐδὲ ἀπέλαυον μὲν ὡς ἰδίων, ἠμέλουν δὲ ὡς ἀλλοτρίων· τό τε γὰρ κῶλον τὸ δεύτερον τῷ κώλῳ πάρισον καὶ τῶν ὀνομάτων τῷ μὲν ἀπέλαυον τὸ ἠμέλουν ἀντίθετον, τῷ δὲ ἰδίων τὸ ἀλλοτρίων. οἷς ἐπιτίθησιν· ἀλλὰ ἐκήδοντο μὲν ὡς οἰκείων, ἀπείχοντο δὲ ὥσπερ χρὴ τῶν μηδὲν προσηκόντων. ἀντίκειται γὰρ δὴ πάλιν κἀνταῦθα τῷ μὲν ἐκήδοντο τὸ ἀπείχοντο, τῷ δὲ οἰκείων τὸ μηδὲν προσηκόντων. καὶ οὔπω ταῦθʼ ἱκανά, ἀλλʼ ἐν τῇ μετὰ ταῦτα περιόδῳ πάλιν ἀντιστρέφει τῷ μὲν αὐτός τε μέλλοι μάλιστα εὐδοκιμήσειν τὸ ἐπιφερόμενον καὶ τοῖς παισὶ μεγάλην δόξαν καταλείψειν, τῷ δὲ οὐδὲ τὰς θρασύτητας τὰς ἀλλήλων ἐζήλουν τὸ συναπτόμενον αὐτῷ οὐδὲ τὰς τόλμας τὰς αὑτῶν ἤσκουν. καὶ οὐδὲ μικρὸν διαλιπὼν ἐπιφέρει τούτοις· ἀλλὰ δεινότερον μὲν ἐνόμιζον εἶναι κακῶς ὑπὸ τῶν πολιτῶν ἀκούειν ἢ καλῶς ὑπὲρ τῆς πατρίδος ἀποθνῄσκειν. οὐκοῦν καὶ δεύτερον τῷ μὲν καλῶς τὸ κακῶς ἀντίστροφον, τῷ δὲ ἀκούειν τὸ ἀποθνῄσκειν πάρισον. εἰ μέτριος εἴη μέχρι δεῦρο, ἀνεκτός, ἀλλʼ οὐκ ἀνήσει. πάλιν γοῦν ἐν τῇ μετʼ αὐτὴν περιόδῳ τίθησιν· ὅτι τοῖς ἀγαθοῖς τῶν ἀνθρώπων οὐδὲν δεήσει πολλῶν γραμμάτων ἀλλʼ ὀλίγων συνθημάτων, καὶ περὶ τῶν κοινῶν καὶ περὶ τῶν ἰδίων ὁμονοήσουσιν. οὐκοῦν τὸ γραμμάτων καὶ συνθημάτων πάρισον καὶ τὸ πολλῶν καὶ ὀλίγων καὶ κοινῶν καὶ ἰδίων ἀντίθετα. ἔπειθʼ ὥσπερ οὐδὲν εἰρηκὼς τοιοῦτον ἀθρόαις ἐπικλύσει ταῖς παρισώσεσιν, ἐπιφέρων ταυτί· καὶ τὰ τῶν ἄλλων διῴκουν θεραπεύοντες ἀλλʼ οὐχ ὑβρίζοντες τοὺς Ἕλληνας καὶ στρατηγεῖν οἰόμενοι δεῖν αὐτῶν ἀλλὰ μὴ τυραννεῖν αὐτῶν καὶ μᾶλλον ἐπιθυμοῦντες ἡγεμόνες ἢ δεσπόται προσαγορεύεσθαι καὶ σωτῆρες ἀλλὰ μὴ λυμεῶνες ἀποκαλεῖσθαι, τῷ ποιεῖν εὖ προσαγόμενοι τὰς πόλεις ἀλλʼ οὐ βίᾳ καταστρεφόμενοι, πιστοτέροις μὲν τοῖς λόγοις ἢ νῦν τοῖς ὅρκοις χρώμενοι, ταῖς δὲ συνθήκαις ὥσπερ ἀνάγκαις ἐμμένειν ἀξιοῦντες. καὶ τί δεῖ τὰ καθʼ ἕκαστα διεξιόντα μηκύνειν; ὀλίγου γὰρ ἅπας ὁ λόγος ὑπὸ τῶν τοιούτων αὐτῷ κεκόμψευται σχημάτων. οἱ μέντοι γε ἐπὶ τελευτῇ τοῦ βίου γραφέντες λόγοι ἧττόν εἰσι μειρακιώδεις, ὡς ἂν οἶμαι τελείαν ἀπειληφότες τὴν φρόνησιν παρὰ τοῦ χρόνου. καὶ περὶ μὲν τούτων ἱκανὰ ταῦτα. ὥρα δὲ ἂν εἴη καὶ τῶν παραδειγμάτων ἅψασθαι καὶ δεῖξαι τούτοις τίς ἐστιν ἡ τοῦ ῥήτορος ἰσχύς. ἅπαντα μὲν οὖν τὰ γένη τῶν προβλημάτων καὶ πάσας τὰς ἰδέας τῶν λόγων ἀμήχανον ἐν ὀλίγῳ δηλῶσαι, ἀρκεῖ δὲ μία τε δημηγορία παραληφθεῖσα καὶ λόγος εἷς ἐκ τῶν