15
δικανικῶν. ὁ μὲν οὖν συμβουλευτικὸς λόγος ἔστω, ἐν ᾧ παρακαλεῖ τοὺς Ἀθηναίους διαλύσασθαι μὲν τὸν συμμαχικὸν κληθέντα πόλεμον, ὃν ἐπολέμουν πρὸς αὐτοὺς Χῖοί τε καὶ Ῥόδιοι καὶ οἱ τούτων σύμμαχοι, παύσασθαι δὲ πλεονεκτοῦντας καὶ τῆς κατὰ γῆν καὶ κατὰ θάλατταν ἐπιθυμοῦντας ἀρχῆς· διδάσκων ὡς ἔστιν οὐ μόνον κρείττων ἡ δικαιοσύνη τῆς ἀδικίας ἀλλὰ καὶ ὠφελιμωτέρα. τὸ μὲν οὖν ὕπτιον καὶ ἀναβεβλημένον τῆς ἀγωγῆς καὶ τῶν περιόδων ὁ χαριεντισμὸς ἔνεστι κἀν τούτοις, τὰ δὲ θεατρικὰ τῶν σχημάτων τεταμιευμένως παρείληπται. ταῦτα μὲν δὴ παρορᾶν δεῖ τοὺς ἀναγιγνώσκοντας καὶ μὴ ἄξια ἡγεῖσθαι σπουδῆς, ὥσπερ καὶ κατʼ ἀρχὰς ἔφην, τοῖς δὲ ἄλλοις πάνυ προσέχειν τὸν νοῦν. ἄρχεται δὲ ὁ λόγος ἐντεῦθεν·