18
τοιοῦτος μὲν δή τις ἐν τοῖς συμβουλευτικοῖς λόγοις ὁ ἀνήρ. ἐν δὲ τοῖς δικανικοῖς τὰ μὲν ἄλλα πάνυ ἀκριβὴς καὶ ἀληθινὸς καὶ τῷ Λυσίου χαρακτῆρι ἔγγιστα μὲν προσεληλυθώς, ἐν δὲ τῇ συνθέσει τῶν ὀνομάτων τὸ λεῖον ἐκεῖνο καὶ εὐπρεπὲς ἔχων, ἔλαττον μὲν ἢ ἐν τοῖς ἄλλοις λόγοις, οὐ μὴν ἀλλὰ ἔχων γε. μηθεὶς δʼ ἀγνοεῖν μʼ ὑπολάβῃ μήθʼ ὅτι Ἀφαρεὺς ὁ πρόγονός τε καὶ εἰσποίητος Ἰσοκράτει γενόμενος ἐν τῷ πρὸς Μεγακλείδην περὶ τῆς Ἀντιδόσεως λόγῳ διορίζεται μηδεμίαν ὑπὸ τοῦ πατρὸς ὑπόθεσιν εἰς δικαστήριον γεγράφθαι, μήθʼ ὅτι δέσμας πάνυ πολλὰς δικανικῶν λόγων Ἰσοκρατείων περιφέρεσθαί φησιν ὑπὸ τῶν βυβλιοπωλῶν Ἀριστοτέλης. ἐπίσταμαι γὰρ ταῦτα ὑπὸ τῶν ἀνδρῶν ἐκείνων λεγόμενα, καὶ οὔτε Ἀριστοτέλει πείθομαι ῥυπαίνειν τὸν ἄνδρα βουλομένῳ οὔτ Ἀφαρεῖ τούτου γʼ ἕνεκα λόγον εὐπρεπῆ πλαττομένῳ συντίθεμαι. ἱκανὸν δὲ ἡγησάμενος εἶναι τῆς ἀληθείας βεβαιωτὴν τὸν Ἀθηναῖον Κηφισόδωρον, ὃς καὶ συνεβίωσεν Ἰσοκράτει καὶ γνησιώτατος ἀκουστὴς ἐγένετο καὶ τὴν ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ τὴν πάνυ θαυμαστὴν ἐν ταῖς πρὸς Ἀριστοτέλην ἀντιγραφαῖς ἐποιήσατο, πιστεύω γεγράφθαι λόγους τινὰς ὑπὸ τοῦ ἀνδρὸς εἰς δικαστήρια οὐ μέντοι πολλούς, καὶ χρῶμαι παραδείγματι ἐξ αὐτῶν ἑνί ʽοὐ γὰρ ἐγχωρεῖ πλείοσἰ τῷ Τραπεζιτικῷ λεγομένῳ, ὃν ἔγραψε ξένῳ τινὶ τῶν μαθητῶν κατὰ Πασίωνος τοῦ τραπεζίτου. ἔστι δὲ ὁ λόγος οὗτος·