Thesauros Literature History Ἰσοκρατης Ἀθηναῖος

Ἰσοκρατης Ἀθηναῖος

Ἰσοκρατης Ἀθηναῖος Dionysius of Halicarnassus
20 σεμνολογίας ἐκείνης ἐνθυμήματα καὶ ποιητικώτερα μᾶλλόν ἐστιν ἢ ἀληθινώτερα. οἷον ὅταν φῇ· ἡγούμην δέ, εἰ μὲν προείμην τὰ χρήματα, κινδυνεύσειν. τὸ γὰρ ἀποίητόν τε καὶ ἀφελὲς τοιοῦτον· ἡγούμην δὲ μὴ παραδοὺς τὰ χρήματα κινδυνεύσειν. ἔτι ἐκεῖνο· καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σαύρῳ, εἰ δὲ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων, εἰ δὲ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός. ἥ τε γὰρ περίοδος ἐκμηκύνεται καὶ πέρα τοῦ δικανικοῦ τρόπου καὶ ἡ σύνθεσις ἔχει τι τοῦ ποιητικοῦ τό τε σχῆμα τῆς λέξεως ἐκ τῶν ἐπιδεικτικῶν εἴληπται παρισώσεων καὶ παρομοιώσεων. τό τε οὖν ἐπιχειροίην καὶ τραποίμην καὶ εἰσπλευσοίμην ἐν ἑνὶ χωρίῳ κείμενα καὶ τῶν κώλων τριῶν ὄντων τὸ μὲν μῆκος ἴσον ὑπάρχον τεκμήρια τῆς Ἰσοκράτους κατασκευῆς ἐστι. καὶ τὰ τούτοις ἐπιφερόμενα· διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν καὶ οὐκ ἂν ἔχειν παρόμοιά τε καὶ παραπλήσια ἀλλήλοις ἐστίν. καὶ πρὸς τούτοις, ἃ μετʼ ὀλίγον ἐπιτίθησιν· ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. καὶ γὰρ ἐνταῦθα πάλιν τὸ δεδωκὼς καὶ πεποιηκὼς καὶ εἰληφὼς παρόμοιον καὶ τὸ τὴν ἀρχὴν καὶ τὴν ἀδελφήν. ἔχοι δὲ ἄν τις καὶ ἄλλα πρὸς τούτοις λέγειν, ἐξ ὧν ὁ χαρακτὴρ τοῦ ῥήτορος ἔσται καταφανής, ἀνάγκη δὲ ἴσως στοχάζεσθαι τοῦ χρόνου.
← Previous 19 / 19

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme