Thesauros Literature History Ἰσοκρατης Ἀθηναῖος

Ἰσοκρατης Ἀθηναῖος

Ἰσοκρατης Ἀθηναῖος Dionysius of Halicarnassus
4 τὰ δὲ ἐν τῷ πραγματικῷ τόπῳ θεωρήματα τὰ μὲν ὅμοια τοῖς Λυσίου, τὰ δὲ κρείττονα. ἡ μὲν εὕρεσις ἡ τῶν ἐνθυμημάτων ἡ πρὸς ἕκαστον ἁρμόττουσα πρᾶγμα πολλὴ καὶ πυκνὴ καὶ οὐδὲν ἐκείνης λειπομένη. καὶ χρίσις ὡσαύτως ἀπὸ μεγάλης φρονήσεως γινομένη. τάξις δὲ καὶ μερισμοὶ τῶν πραγμάτων καὶ ἡ κατʼ ἐπιχείρημα ἐξεργασία καὶ τὸ διαλαμβάνεσθαι τὴν ὁμοείδειαν ἰδίαις μεταβολαῖς καὶ ξένοις ἐπεισοδίοις τά τε ἄλλα ὅσα περὶ τὴν πραγματικὴν οἰκονομίαν ἔστιν ἀγαθὰ πολλῷ μείζονά ἐστι παρʼ Ἰσοκράτει καὶ κρείττονα, μάλιστα δʼ ἡ προαίρεσις ἡ τῶν λόγων, περὶ οὓς ἐσπούδαζε, καὶ τῶν ὑποθέσεων τὸ κάλλος, ἐν αἷς ἐποιεῖτο τὰς διατριβάς. ἐξ ὧν οὐ λέγειν δεινοὺς μόνον ἀπεργάσαιτʼ ἂν τοὺς προσέχοντας αὐτῷ τὸν νοῦν, ἀλλὰ καὶ τὰ ἤθη σπουδαίους, οἴκῳ τε καὶ πόλει καὶ ὅλῃ τῇ Ἑλλάδι χρησίμους. κράτιστα γὰρ δὴ παιδεύματα πρὸς ἀρετὴν ἐν τοῖς Ἰσοκράτους ἔστιν εὑρεῖν λόγοις. καὶ ἔγωγέ φημι χρῆναι τοὺς μέλλοντας οὐχὶ μέρος τι τῆς πολιτικῆς δυνάμεως ἀλλʼ ὅλην αὐτὴν κτήσασθαι τοῦτον ἔχειν τὸν ῥήτορα διὰ χειρός. καὶ εἴ τις ἐπιτηδεύει τὴν ἀληθινὴν φιλοσοφίαν, μὴ τὸ θεωρητικὸν αὐτῆς μόνον ἀγαπῶν ἀλλὰ καὶ τὸ πρακτικόν, μηδʼ ἀφʼ ὧν αὐτὸς ἄλυπον ἕξει βίον, ταῦτα προαιρούμενος, ἀλλʼ ἐξ ὧν πολλοὺς ὠφελήσει, παρακελευσαίμην ἂν αὐτῷ τὴν ἐκείνου τοῦ ῥήτορος μιμεῖσθαι προαίρεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme