Thesauros Literature History Ἰσοκρατης Ἀθηναῖος

Ἰσοκρατης Ἀθηναῖος

Ἰσοκρατης Ἀθηναῖος Dionysius of Halicarnassus
8 τίς δὲ τὸν Ἀρεοπαγιτικὸν ἀναγνοὺς λόγον οὐκ ἂν γένοιτο κοσμιώτερος, ἢ τίς οὐκ ἂν θαυμάσειε τὴν ἐπιβολὴν τοῦ ῥήτορος; ὃς ἐτόλμησε διαλεχθῆναι περὶ πολιτείας Ἀθηναίοις ἀξιῶν μεταθέσθαι μὲν τὴν τότε καθεστῶσαν δημοκρατίαν ὡς μεγάλα βλάπτουσαν τὴν πόλιν, ὑπὲρ ἧς τῶν δημαγωγῶν οὐθεὶς ἐπεχείρει λέγειν, θεωρῶν εἰς τοσαύτην αὐτὴν προεληλυθυῖαν ἀκοσμίαν, ὥστε μηδὲ τοὺς ἄρχοντας ἔτι τῶν ἰδιωτῶν κρατεῖν, ἀλλʼ ἕκαστον, ὅ τι καθʼ ἡδονὴν αὐτῷ γίνοιτο, καὶ ποιοῦντα καὶ λέγοντα, καὶ τὴν ἄκαιρον παρρησίαν δημοτικὴν ἐξουσίαν ὑπὸ πάντων νομιζομένην, ἀνασώσασθαι δὲ τὴν ὑπὸ Σόλωνός τε καὶ Κλεισθένους κατασταθεῖσαν πολιτείαν. ἧς τὴν προαίρεσιν καὶ τὰ ἤθη διεξιὼν δεινότερον μὲν ἡγεῖσθαί φησι τοὺς τότε ἀνθρώπους τὸ τοῖς πρεσβυτέροις ἀντειπεῖν ἢ δημοκρατίαν δὲ αὐτοὺς νομίζειν οὐ τὴν ἀκολασίαν, ἀλλὰ τὴν σωφροσύνην. τὸ δὲ ἐλεύθερον οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἀρχόντων ἀλλʼ ἐν τῷ τὰ κελευόμενα ποιεῖν τίθεσθαι, ἐξουσίαν τε οὐθενὶ τῶν ἀκολάστων ἐπιτρέπειν, ἀλλὰ τοῖς βελτίστοις ἀνατιθέναι τὰς ἀρχάς, τοιούτους ἔσεσθαι τοὺς ἄλλους ὑπολαμβάνοντας, οἷοί περ ἂν ὦσιν οἱ τὴν πόλιν διοικοῦντες. ἀντὶ δὲ τοῦ τὰς ἰδίας οὐσίας ἐκ τῶν δημοσίων ἐπανορθοῦν τοὺς ἰδίους πλούτους εἰς τὰ κοινὰ καταχορηγεῖν. χωρὶς δὲ τούτων πλείω τὴν ἐπιμέλειαν ποιεῖσθαι τοὺς πατέρας τῶν υἱῶν ἀνδρῶν γενομένων ἢ παίδων ὄντων ἐποιοῦντο, ἐνθυμουμένους, ὡς οὐκ ἐξ ἐκείνης τῆς παιδείας ἀλλʼ ἐκ ταύτης τῆς σωφροσύνης μᾶλλον ὠφελεῖται τὸ κοινόν. κρείττονά τε ὑπολαμβάνειν τὰ χρηστὰ ἐπιτηδεύματα τῆς ἀκριβοῦς νομοθεσίας, σκοποῦντας οὐχ ὅπως ταῖς τιμωρίαις τοὺς ἁμαρτάνοντας ἀνείρξουσιν, ἀλλʼ ὡς μηδὲν ἄξιον ζημίας ἕκαστον παρασκευάσουσιν ἐπιτηδεύειν, καὶ τὴν μὲν πατρίδα δεῖν οἰομένους ἐν ἐξουσίᾳ διάγειν μεγάλῃ, τοῖς δʼ ἰδιώταις μηδὲν ἐξεῖναι ποιεῖν, ὅ τι ἂν οἱ νόμοι κωλύωσι. καρτερεῖν δὲ τὰ δεινὰ καὶ μὴ ἐκπλήττεσθαι ταῖς συμφοραῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme