9
τίς δʼ ἂν μᾶλλον πείσειε καὶ πόλιν καὶ ἄνδρας τοῦ ῥήτορος πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν τῷ πρὸς Λακεδαιμονίους γραφέντι λόγῳ, ὃς ἐπιγράφεται μὲν Ἀρχίδαμος, ὑπόθεσιν δὲ περιείληφε τὴν περὶ τοῦ μὴ προέσθαι Μεσσήνην Βοιωτοῖς μηδὲ ποιεῖν τὸ προσταττόμενον ὑπὸ τῶν ἐχθρῶν; ἠτύχητο γὰρ δὴ τοῖς Λακεδαιμονίοις ἥ τε περὶ Λεῦκτρα μάχη καὶ πολλαὶ μετʼ ἐκείνην ἕτεραι, καὶ τὰ μὲν Θηβαίων πράγματα ἤνθει τε καὶ εἰς μέγεθος ἀρχῆς προεληλύθει, τὰ δὲ τῆς Σπάρτης ταπεινὰ καὶ ἀνάξια τῆς ἀρχαίας ἡγεμονίας γεγόνει. τελευτῶσα γοῦν, ἵνα τύχῃ τῆς εἰρήνης ἡ πόλις, ἐβουλεύετο εἰ χρὴ Μεσσηνίας ἀποστῆναι, ταύτην ἐπιτιθέντων αὐτῇ Βοιωτῶν τὴν ἀνάγκην. ὁρῶν οὖν αὐτὴν ἀνάξια πράττειν μέλλουσαν τῶν προγόνων τόνδε τὸν λόγον συνετάξατο Ἀρχιδάμῳ νέῳ μὲν ὄντι καὶ οὔπω βασιλεύοντι, ἐλπίδας δὲ πολλὰς ἔχοντι ταύτης τεύξεσθαι τῆς τιμῆς. ἐν ᾧ διεξέρχεται πρῶτον μέν, ὡς δικαίως ἐκτήσαντο Μεσσήνην Λακεδαιμόνιοι, παραδόντων τε αὐτὴν τῶν Κρεσφόντου παίδων ὅτε ἐξέπεσον ἐκ τῆς ἀρχῆς, καὶ τοῦ θεοῦ προστάξαντος δέχεσθαι καὶ τιμωρεῖν τοῖς ἀδικουμένοις, πρὸς δὲ τούτοις ἐπικυρώσαντος μὲν τὴν κτῆσιν τοῦ πολέμου, κάτοχον δὲ καὶ βέβαιον πεποιηκότος τοῦ χρόνου. διδάσκει δέ, ὡς οὐ Μεσσηνίοις τοῖς οὐκέτʼ οὖσιν ἀλλὰ δούλοις καὶ εἵλωσιν ὁρμητήριον καὶ καταφυγὴν παρέξουσι τὴν πόλιν. διεξέρχεταί τε τοὺς κινδύνους τῶν προγόνων, οὓς ὑπέμειναν ἕνεκα τῆς ἡγεμονίας, καὶ τῆς δόξης ὑπομιμνήσκει τῆς παρὰ τοῖς Ἕλλησιν ὑπαρχούσης περὶ αὐτῶν παραινεῖ τε μὴ συγκαταπίπτειν ταῖς τύχαις μηδʼ ἀπογιγνώσκειν τὰς μεταβολάς, ἐνθυμουμένους ὅτι πολλοὶ μὲν ἤδη μείζω δύναμιν ἔχοντες ἢ Θηβαῖοι ὑπὸ τῶν ἀσθενεστέρων ἐκρατήθησαν, πολλοὶ δὲ εἰς πολιορκίαν κατακλεισθέντες καὶ δεινότερα ἢ Λακεδαιμόνιοι πάσχοντες διέφθειραν τοὺς ἐπιστρατεύσαντας. καὶ παράδειγμα ποιεῖται τὴν Ἀθηναίων πόλιν, ἥτις ἐκ πολλῆς εὐδαιμονίας ἀνάστατος γενομένη τοὺς ἐσχάτους ὑπέστη κινδύνους, ἵνα μὴ τοῖς βαρβάροις ποιῇ τὸ προσταττόμενον. παρακελεύεται δὲ καὶ καρτερεῖν ἐπὶ τοῖς παροῦσι καὶ θαρρεῖν περὶ τῶν μελλόντων, ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ καὶ πολέμων ἐμπειρίαις, ἐν οἷς προεῖχεν ἡ Σπάρτη τῶν ἄλλων πόλεων. οἴεται δὲ δεῖν οὐ τοὺς κακῶς πράττοντας εἰρήνης ἐπιθυμεῖν, οἷς ἐκ τῆς καινουργίας ἐπὶ τὸ κρεῖττον μεταβάλλειν τὰ πράγματα ἐλπίς, ἀλλὰ τοὺς εὐτυχοῦντας· ἐν γὰρ τἀκινδύνῳ τὴν τῶν παρόντων ἀγαθῶν εἶναι φυλακήν. πολλὰ δὲ καὶ ἄλλα πρὸς τούτοις διεξελθών, ὅσα καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς ἐπιφανεστάτοις αὐτῶν ἐπράχθη κατὰ τοὺς πολέμους λαμπρὰ ἔργα, καὶ ὅσης αἰσχύνης ἄξια δράσουσι, καὶ ὡς καὶ διαβληθήσονται παρὰ τοῖς Ἕλλησιν, ἐπιλογισάμενος καὶ ὅτι πάντοθεν αὐτοῖς ἐπικουρία τις ἔσται τὸν ἀγῶνα ποιουμένοις καὶ παρὰ θεῶν καὶ παρὰ συμμάχων καὶ παρὰ πάντων ἀνθρώπων, οἷς ἐπίφθονος ἡ Θηβαίων δύναμις αὐξομένη, καὶ τὴν κατέχουσαν ἀκοσμίαν καὶ ταραχὴν τὰς πόλεις ἐπιτροπευόντων τῆς Ἑλλάδος Βοιωτῶν ἐπιδειξάμενος, τελευτῶν, εἰ καὶ μηθὲν τούτων μέλλοι γίνεσθαι μηδʼ ὑπολείποιτό τις ἄλλη σωτηρίας ἐλπίς, ἐκλιπεῖν κελεύει τὴν πόλιν, διδάσκων αὐτούς, ὡς χρὴ παῖδας μὲν καὶ γυναῖκας καὶ τὸν ἄλλον ὄχλον εἴς τε Σικελίαν ἐκπέμψαι καὶ Ἰταλίαν καὶ τἄλλα χωρία τὰ φίλια, αὐτοὺς δὲ καταλαβομένους τόπον, ὅστις ἂν ὀχυρώτατος ᾖ καὶ πρὸς τὸν πόλεμον ἐπιτηδειότατος, ἄγειν καὶ φέρειν τοὺς πολεμίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. οὐδεμίαν γὰρ ἀξιώσειν δύναμιν ὁμόσε χωρεῖν ἀνδράσι κρατίστοις μὲν τὰ πολέμια τῶν Ἑλλήνων, ἀπονενοημένως δὲ πρὸς τὸ ζῆν διακειμένοις, δικαίαν δὲ ὀργὴν καὶ πρόφασιν εὐπρεπῆ τῆς ἀνάγκης ἔχουσι. ταῦτα γὰρ οὐ Λακεδαιμονίοις μόνοις συμβουλεύειν φαίην ἂν αὐτὸν ἔγωγε ἀλλὰ καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ πᾶσιν ἀνθρώποις πολλῷ κρεῖττον ἁπάντων φιλοσόφων, οἳ τέλος ποιοῦνται τοῦ βίου τὴν ἀρετὴν καὶ τὸ καλόν.