1
Ἰσαῖος δὲ ὁ Δημοσθένους καθηγησάμενος καὶ διὰ τοῦτο μάλιστα γενόμενος περιφανής, ὡς μέν τινες ἱστοροῦσιν, Ἀθηναῖος ἦν τὸ γένος, ὡς δʼ ἕτεροι γράφουσι, Χαλκιδεύς. ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἐκ λόγων αὐτοῦ τεκμαίρομαι, καὶ μέχρι τῆς Φιλίππου δυναστείας παρεξέτεινε. γενέσεως δὲ καὶ τελευτῆς τοῦ ῥήτορος ἀκριβῆ χρόνον εἰπεῖν οὐκ ἔχω οὐδὲ δὴ περὶ τοῦ βίου τἀνδρός, οἷός τις ἦν, οὐδὲ περὶ τῆς προαιρέσεως τῶν πολιτευμάτων οὐδέν, ἀρχὴν εἰ προείλετό τινα ἢ πολιτείαν, οὐδʼ ὅλως περὶ τῶν τοιούτων οὐδενὸς διὰ τὸ μηδεμιᾷ τοιαύτῃ περιτυγχάνειν ἱστορίᾳ. οὐδὲ γὰρ ὁ τοὺς Ἰσοκράτους μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς ἐν τοῖς ἄλλοις γενόμενος, ὑπὲρ τοῦδε τοῦ ῥήτορος οὐδὲν εἴρηκεν ἔξω δυεῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους καθηγήσατο δὲ Δημοσθένους. συνεγένετο δὲ τοῖς ἀρίστοις τῶν φιλοσόφων.
2
λείπεται δὴ περὶ τῆς προαιρέσεως καὶ δυνάμεως αὐτοῦ καὶ τίνι κέχρηται χαρακτῆρι λέγειν. γένους μὲν δὴ λόγων ἑνὸς ἀσκητὴς ἐγένετο τοῦ δικανικοῦ καὶ περὶ τοῦτο μάλιστα ἐσπούδασε. χαρακτῆρα δὲ τὸν Λυσίου κατὰ τὸ πλεῖστον ἐζήλωσε καὶ εἰ μή τις ἔμπειρος πάνυ τῶν ἀνδρῶν εἴη καὶ τριβὰς ἀξιολόγους ἀμφοῖν ἔχων, οὐκ ἂν διαγνοίη ῥᾳδίως πολλοὺς τῶν λόγων, ὁποτέρου τῶν ῥητόρων εἰσίν, ἀλλὰ παρακρούσεται ταῖς ἐπιγραφαῖς οὐχ οὕτως ἀκριβῶς ἐχούσαις, ὡς διὰ μιᾶς δηλοῦταί μοι γραφῆς. οὐ μὴν ἀπαράλλακτός γέ ἐστιν ἡ τοῦ χαρακτῆρος ὁμοιότης, ἀλλὰ ἔχουσα διαφοράς τινας οὐ μικρὰς οὐδὲ ὀλίγας καὶ κατὰ τὴν ἑρμηνείαν καὶ κατὰ τὰ πράγματα, περὶ ὧν καιρὸς ἂν εἴη λέγειν, ὡς ἡμεῖς ὑπειλήφαμεν. ἐπειδὴ δὲ κατὰ τὴν λέξιν μᾶλλον ἔοικε τῷ Λυσίᾳ, τὴν ἀρχὴν ἀπὸ ταύτης ποιησάμενος τὰς ὁμοιότητάς τε καὶ τὰς διαφοράς, ἃς ἔχει πρὸς ἐκείνην, ἐρῶ.