Thesauros Literature History Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος

Ἰσαῖος Ἀθηναῖος Dionysius of Halicarnassus
11 τίς ἂν οὖν οὐκ ἂν ὁμολογήσειε τὸν μὲν Λυσίου νέον καὶ ἰδιώτην καὶ ἀπράγμονα ἀρχέτυπόν τινα εἶναι τῆς ἀληθείας διαφέροντα ἐκείνης οὐδʼ ὁτιοῦν, τὸν ἕτερον δὲ ἀπόγραφόν τινα καὶ οὐ λανθάνοντα ὅτι πέπλασται ῥητορικῇ τέχνῃ; καὶ γὰρ αἱ λέξεις καὶ τὰ νοήματα παρʼ ἐκείνῳ μὲν τὸ αὐτοφυές, παρὰ δὲ τούτῳ τὸ κατασκευαστὸν ἀποφαίνουσιν. ὃ μέν γε ἀρχῇ κέχρηται, ὅτι νέος τε καὶ ἄπειρος εἴη πραγμάτων καὶ οὐδὲν δεόμενος εἰς δικαστήριον εἰσιέναι. καὶ ἐπιφέρει πάνυ ἠθικῶς· ἐγὼ οὖν σε ἀξιῶ μὴ εὕρεμα ἡγεῖσθαι τὴν ἡλικίαν τὴν ἐμήν. καὶ τὸ μετὰ τοῦτο, ὡς φύσιν εἶχε γενέσθαι τε καὶ ῥηθῆναι, λέγει· ὡς ἐπὶ διαιτητὰς ἠξίουν τοὺς κοινοὺς ἐλθεῖν φίλους κἄν δόξῃς ἀληθῆ λέγειν ἐκείνοις, οὐδέν σοι δεήσει πραγμάτων, ἀλλὰ λαβὼν ἄπει τὰ σαυτοῦ. καὶ τὰ λοιπὰ ἐν ἤθει χρηστᾷ διεξελθὼν τελευτῶν ἐπιτίθησι· ταῦτʼ ἐμοῦ προκαλουμένου οὐδεπώποτε ἠθέλησε συνελθεῖν. ὁ δὲ Ἰσαῖος τουτὶ μὲν τὸ μέρος τὸ· παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάσθαι λέγειν ἐν δικαστηρίῳ νέον ὄντα ἐπὶ τελευτῇ τοῦ προοιμίου τίθησιν. ἄρχεται δὲ ἀπὸ διανοίας οὐ φαύλης μὰ Δία οὐδὲ ἰδιωτικῆς, ἀνιαρότερον εἶναι λέγων πρὸς τοιούτους ἀπέχθεσθαι, μεθʼ ὧν ἀνάγκην εἶναι τῶν τιμιωτάτων κοινωνεῖν. ἔπειτα ἀπολύεταί τι τῶν μελλόντων αὐτὸν λυπεῖν, τὸ δὴ πολλοὺς ὄντας τοὺς δημότας πρὸς αὐτὸν ἀντιδικεῖν. συντίθησί τε τὰ ὀνόματα οὐ φαύλως μὰ Δία οὐδʼ ὡς ἄν ἰδιώτης· ἀδικοῦμαι γὰρ ὑπὸ τῶν δημοτῶν, φησίν, οὓς περιορᾶν μὲν οὐ ῥᾴδιον ἀποστεροῦντας, ἀπέχθεσθαι δʼ ἀηδές, μεθʼ ὧν ἀνάγκη καὶ συνθύειν καὶ συνουσίας κοινὰς ποιεῖσθαι. ἡ γὰρ ἀηδὴς ἀπέχθεια καὶ αἱ κοιναὶ συνουσίαι τεχνικώτερον σύγκεινται μᾶλλον ἤ ἀφελέστερον, καὶ ἔτι τὸ πολλῶν μοι καὶ δυσκόλων συμπιπτόντων οὐχ ἡγούμην δεῖν κατοκνῆσαι διʼ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων. ἥκιστα γὰρ ἰδιώτης ἂν οὕτως· οὐχ ἡγούμην δεῖν κατοκνῆσαι οὐδέ γε τὸ δι’ ὑμῶν πειρᾶσθαι τυγχάνειν τῶν δικαίων, ἀλλʼ ἐκείνως πως μᾶλλον· τοσούτων γέ μοι συμπιπτόντων δυσκόλων ἐφʼ ὑμᾶς ἠνάγκασμαι καταφυγεῖν, ἵνα τῶν δικαίων τύχω διʼ ὑμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme