15
τότε δὲ προκατασκευάζεταί τινα πρὸ τῶν διηγήσεων πράγματα καὶ προλαμβάνει τὰ μέλλοντα πιστοτέρας αὐτὰς ἢ κατʼ ἄλλο τι χρησιμωτέρας ποιήσειν οἰόμενος, ὡς ἐν τῇ λήξει τῇ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον εὑρίσκεται πεποιηκώς, ἐν ᾗ κλήρου τις ἀμφισβητῶν, ἀδελφὸς ὢν τοῦ τελευτήσαντος, προκαλεῖται τὸν ἔχοντα τἀφανῆ χρήματα εἰς ἐμφανῶν κατάστασιν, ὁ δὲ τοῦ κλήρου κρατῶν παραγράφεται τὴν κλῆσιν, δεδόσθαι λέγων ἑαυτῷ τὰ χρήματα κατὰ διαθήκας. διττῆς δὲ τῆς ἀμφισβητήσεως ὑπαρχούσης, τῆς μὲν περὶ τοῦ γεγονέναι τὰς διαθήκας ἢ μή, τῆς δέ, τῶν διαθηκῶν ἀμφισβητουμένων ἤδη, τίνα δεῖ τοῦ κλήρου κρατεῖν, πρῶτον ἀποδοὺς τὸν ὑπὲρ τῶν νόμων λόγον καὶ κατὰ τοῦτο ἀποδείξας τὸ μέρος, ὡς οὐ δεῖ τὸν ἐπίδικον κρατεῖσθαι κλῆρον πρὸ δίκης, οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται, διʼ ἧς ἀποδείκνυσιν οὐδὲ γεγενημένας ὑπὸ τοῦ τετελευτηκότος τὰς διαθήκας. καὶ οὐδὲ ταύτην τὴν διήγησιν ἁπλῶς πως συστρέψας καὶ ἀκατασκευάστως τίθησιν, ἀλλὰ καὶ ταύτην μακροτέραν οὖσαν ἀποτομαῖς τισι διαλαμβάνει καὶ καθʼ ἕκαστον εἶδος μάρτυρας ἀναβιβάζεται καὶ προκλήσεις ἀναγινώσκει καὶ συνθήκας παρέχεται τεκμηρίοις τε καὶ σημείοις καὶ τοῖς ἐκ τῶν εἰκότων ἐλέγχοις ἅπασι χρῆται. πολλὰς δʼ ἂν ἔχοιμι καὶ ἄλλας παρασχέσθαι διηγήσεις, πρὸς τὸ συμφέρον ᾠκονομημένας ὑπὸ τοῦ ῥήτορος προκατασκευαῖς, παρασκευαῖς, μερισμοῖς, χωρίων ἀλλαγαῖς, πραγμάτων μεταγωγαῖς, τῷ τὰ κεφάλαια ἀνεστράφθαι, τῷ μὴ κατὰ τοὺς χρόνους τὰ πραχθέντα εἰρῆσθαι, τῷ ὡς μὴ πάντα μηδʼ ἅμʼ ὡς φύσιν εἶχε πραχθῆναι μηδʼ ὡς ἂν ἰδιώτης τις εἴποι λέγεσθαι, μυρίοις ἄλλοις τοιούτοις τρόποις. ἀλλʼ οὔτε χρόνον ἱκανὸν ἔχω περὶ πασῶν λέγειν, ἐκδιηγούμενος εὐθὺς ἐφʼ ἑκάστης τὴν τέχνην, ὡς ἐβουλόμην ἄν, οὔθʼ ὁ πρὸς τοὺς ἐπισταμένους τὰ πράγματα λόγος ἐν τῷ πλήθει τῶν παραδειγμάτων τὸ πιστὸν ἔχει ἀλλʼ ἀρκεῖ τοῖς τοιούτοις καὶ ἡ βραχεῖα δήλωσις.